<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent"><said who="#Ζεύξιππος"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἔφη τοίνυν ὁ ἑταῖρος ἡμῶν ἀκοῦσαί τινος λέγοντος ὡς τὸ τὰς χεῖρας ἀεὶ θερμὰς 
<milestone unit="stephpage" xml:id="stephpage-123a" n="123a"/> ἔχειν καὶ μὴ περιορᾶν ψυχομένας οὐ μικρὸν εἴη πρὸς ὑγίειαν, καὶ τοὐναντίον ἡ τῶν ἄκρων περίψυξις 
<milestone unit="tlnum" n="5"/> εἰς τὰ μέσα συνελαύνουσα τὸ θερμὸν ὥσπερ τινὰ συνήθειαν ἢ μελέτην ἐμποιεῖ πυρετοῦ· τὸ δʼ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν. ἂν μὲν οὖν ἐνεργοῦντές τι ταῖς χερσὶ καὶ χρώμενοι τυγχάνωμεν, 
<milestone unit="tlnum" n="10"/> αὐτὴν τὴν κίνησιν ἐπάγειν ἐνταῦθα καὶ συνέχειν τὸ θερμόν· ἔργων δὲ τοιούτων σχολὴν ἄγοντας ἥκιστα δεῖν προσδέχεσθαι τοῖς ἄκροις· τὸ ψυχρόν. </said></p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἓν μὲν οὖν τοῦτο τῶν γελασθέντων ἦν· δεύτερον δʼ οἶμαι τὸ περὶ τὰς τροφὰς ἃς προσφέρετε 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-123b" n="123b"/> τοῖς κάμνουσιν. ἅπτεσθαι γὰρ αὐτῶν διὰ χρόνου παρῄνει καὶ γεύεσθαι, συνεθίζοντας αὑτοὺς ἐν τῷ ὑγιαίνειν καὶ μὴ τρέμοντας ὥσπερ τὰ παιδάρια μηδὲ μισοῦντας ἐκείνην τὴν δίαιταν, ἀλλὰ ποιουμένους ἀτρέμα χειροήθη ταῖς ὀρέξεσι καὶ σύντροφον, ὅπως 
<milestone unit="tlnum" n="20"/> ἐν τῷ νοσεῖν μὴ δυσχεραίνωμεν ὡς φάρμακα τὰ σιτία μηδʼ ἀσχάλλωμεν ἁπλοῦν τι καὶ ἄνοψον καὶ ἄκνισον λαμβάνοντες. ὅθεν οὐδʼ ἀλούτους ποτὲ φευκτέον ἐλθεῖν ἐπὶ τροφὴν οὐδʼ ὕδωρ πιεῖν οἴνου παρόντος οὐδὲ θερμὸν ἐν θέρει, χιόνος παρακειμένης, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-123c" n="123c"/> τὰς μὲν ἐπιδεικτικὰς καὶ σοφιστικὰς χαίρειν ἐῶντας ἀποσχέσεις τῶν τοιούτων καὶ μεγαλαυχίας ἐπὶ ταῖς ἀποσχέσεσιν, αὐτοὺς δὲ καθʼ ἑαυτοὺς σιωπῇ τήν τε ὄρεξιν ἅμα τοῦ συμφέροντος ὑπήκοον ἐθίζοντας εἶναι μετʼ εὐκολίας, καὶ τῆς ψυχῆς ἀφαιροῦντας <pb xml:id="v.1.p.302"/> πόρρωθεν ἔτι τὴν περὶ ταῦτα μικρολογίαν ἐν ταῖς νόσοις καὶ τὸ ἐπιθρηνεῖν, ἀνοδυρομένης ὡς ἐξ ἡδονῶν μεγάλων καὶ ἀγαπητῶν εἰς ἀγεννῆ καὶ ταπεινὴν ἀπελήλαται δίαιταν. εὖ γὰρ εἰρημένον τὸ <q>ἑλοῦ βίον 
<milestone unit="tlnum" n="5"/> τὸν ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει</q> καὶ κατὰ μέρος ὡς ἕκαστα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς ἕκαστα</foreign>] <foreign xml:lang="grc">ὡς ἑκάστω</foreign> Pantazides. <foreign xml:lang="grc">ἕκαστα</foreign>? cf. Hom. <foreign xml:lang="grc">δ</foreign> 119. <foreign xml:lang="grc">ω</foreign> 239</note> πειρωμένῳ χρήσιμόν ἐστι, μάλιστα δὲ τῶν περὶ τὸ σῶμα διαιτημάτων ἐν τοῖς ὑγιεινοτάτοις ἐπάγοντα τὴν συνήθειαν εὐμενῆ καὶ γνώριμα τῇ φύσει καὶ οἰκεῖα παρασκευάζειν, μεμνημένον 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-123d" n="123d"/> ἃ πάσχουσιν ἔνιοι καὶ ποιοῦσιν ἐν ταῖς ἀρρωστίαις, χαλεπαίνοντες καὶ δυσανασχετοῦντες ὕδατος θερμοῦ προσφερομένου καὶ ῥοφήματος ἢ ἄρτου, μιαρὰ μὲν ταῦτα καὶ ἀηδῆ μιαροὺς δὲ καὶ χαλεποὺς τοὺς ἀναγκάζοντας ἀποκαλοῦντες. πολλοὺς δὲ καὶ 
<milestone unit="tlnum" n="15"/> λουτρὸν ἀπώλεσεν, οὐδὲν ἐν ἀρχῇ μέγα κακὸν ἔχοντας ἀλλʼ ἢ τὸ μὴ δύνασθαι μηδʼ ὑπομένειν γεύσασθαι τροφῆς ἀλούτους· ὧν καὶ Τίτος ἦν ὁ αὐτοκράτωρ, ὥς φασιν οἱ νοσηλεύσαντες. </said></p></div></div></body></text></TEI>