<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ <pb xml:id="v.1.p.318"/> ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λέγομεν</foreign> scripsi: <foreign xml:lang="grc">λέγωμεν</foreign> </note> ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ ὀδόντων</foreign>] <foreign xml:lang="grc">περὶ τριοδόντων</foreign>?</note> ἐδίδαξε τὴν χρείαν, οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign>] <foreign xml:lang="grc">μηδὲν</foreign> R</note> γράφειν περὶ 
<milestone unit="tlnum" n="5"/> γυμνασίων. ἡ γὰρ καθʼ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν, 
<milestone unit="stephpage" xml:id="stephpage-130b" n="130b"/> οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις 
<milestone unit="tlnum" n="10"/> μέρεσι ῥώμην ἐνδιάθετον καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἰσχὺν</foreign> Meziriacus: <foreign xml:lang="grc">ἰσχύειν</foreign> </note> δίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ παρεγκόπτειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρεγκάπτειν</foreign> Madvigius: <foreign xml:lang="grc">παρεγκόπτειν</foreign> </note> τείνοντας<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τείνοντας</foreign> Meziriacus: <foreign xml:lang="grc">τηροῦντας</foreign> </note> ἀεὶ τὰ πλασσόμενα μέρη καὶ ψηλαφώμενα τοῦ σώματος· 
<milestone unit="tlnum" n="15"/> ἡ δὲ φωνή, τοῦ πνεύματος οὖσα κίνησις, οὐκ ἐπιπολαίως ἀλλʼ ὥσπερ ἐν πηγαῖς περὶ τὰ σπλάγχνα ῥωννυμένη, τὸ θερμὸν αὔξει καὶ λεπτύνει τὸ αἷμα, 
<milestone unit="stephpage" xml:id="stephpage-130c" n="130c"/> καὶ πᾶσαν μὲν ἐκκαθαίρει φλέβα, πᾶσαν δʼ ἀρτηρίαν ἀνοίγει, σύστασιν δὲ καὶ πῆξιν ὑγρότητος οὐκ ἐᾷ 
<milestone unit="tlnum" n="20"/> περιττωματικῆς ὥσπερ ὑποστάθμην ἐγγενέσθαι τοῖς τὴν τροφὴν παραλαμβάνουσι καὶ κατεργαζομένοις ἀγγείοις. διὸ δεῖ μάλιστα ποιεῖν ἑαυτοὺς τούτῳ τῷ γυμνασίῳ συνήθεις καὶ συντρόφους ἐνδελεχῶς λέγοντας, ἂν δʼ ᾖ τις ὑποψία τοῦ σώματος ἐνδεέστερον 
<milestone unit="tlnum" n="25"/> ἢ κοπωδέστερον ἔχοντος, ἀναγιγνώσκοντας καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> W: <foreign xml:lang="grc">ἢ</foreign> </note> ἀναφωνοῦντας. ὅπερ γὰρ αἰώρα πρὸς γυμνάσιόν <pb xml:id="v.1.p.319"/> ἐστι, τοῦτο πρὸς διάλεξιν ἀνάγνωσις, ὥσπερ ἐπʼ ὀχήματος ἀλλοτρίου λόγου κινοῦσα μαλακῶς καὶ διαφοροῦσα πράως τὴν φωνήν. ἡ δὲ διάλεξις ἀγῶνα καὶ σφοδρότητα προστίθησιν, ἅμα τῆς ψυχῆς τῷ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-130d" n="130d"/> σώματι συνεπιτιθεμένης. κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον· αἱ γὰρ ἀνώμαλοι προβολαὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προβολαὶ</foreign> Salmasius: <foreign xml:lang="grc">προσβολαὶ</foreign> </note> καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δʼ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου 
<milestone unit="tlnum" n="10"/> καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνυστόν</foreign> Stephanus: <foreign xml:lang="grc">ἀνοιστόν</foreign> </note> ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων. μέτρον δὲ τοῦ πλήθους τῆς τρίψεως ἔστω τὸ προσφιλὲς 
<milestone unit="stephpage" xml:id="stephpage-130e" n="130e"/> τῇ αἰσθήσει καὶ ἄλυπον. ὁ γὰρ οὕτω καταστήσας 
<milestone unit="tlnum" n="15"/> τὴν ἐν βάθει ταραχὴν καὶ διάτασιν τοῦ πνεύματος, ἀλύπῳ τε χρῆται τῷ περιττώματι, κἂν ἀκαιρία τις ἢ χρεία κωλύσῃ τὸν περίπατον, οὐδέν ἐστι πρᾶγμα· τὸ γὰρ οἰκεῖον ἡ φύσις ἀπείληφεν. ὅθεν οὔτε πλοῦν ποιητέον οὔτε καταγωγὴν ἐν πανδοκείῳ 
<milestone unit="tlnum" n="20"/> σιγῆς πρόφασιν, οὐδʼ ἂν πάντες καταγελῶσιν. ὅπου γὰρ οὐκ αἰσχρὸν τὸ φαγεῖν, οὐδὲ τὸ γυμνάζεσθαι δήπουθεν αἰσχρόν· ἀλλʼ αἴσχιον τὸ δεδοικέναι καὶ δυσωπεῖσθαι ναύτας καὶ ὀρεωκόμους καὶ πανδοκεῖς καταγελῶντας οὐ τοῦ σφαιρίζοντος 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-130f" n="130f"/> καὶ σκιαμαχοῦντος ἀλλὰ τοῦ λέγοντος, ἂν ἅμα διδάσκῃ τι καὶ ζητῇ καὶ μανθάνῃ καὶ ἀναμιμνῄσκηται γυμναζόμενος. ὁ μὲν γὰρ Σωκράτης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Xenoph. Conv. II 18</note> ἔλεγεν ὅτι τῷ <pb xml:id="v.1.p.320"/> κινοῦντι διʼ ὀρχήσεως αὑτὸν ἑπτάκλινος οἶκος ἱκανός ἐστιν ἐγγυμνάζεσθαι, τῷ δὲ διʼ ᾠδῆς λόγου γυμναζομένῳ γυμνάσιον ἀποχρῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γυμναζομένῳ γυμνάσιον ἀποχρῶν</foreign> R: <foreign xml:lang="grc">γυμνάσιον ἀπόχρη γυμναζομένῳ</foreign> </note> καὶ ἑστῶτι καὶ κατακειμένῳ πᾶς τόπος παρέχει. μόνον ἐκεῖνο φυλακτέον, 
<milestone unit="tlnum" n="5"/> ὅπως μήτε πλησμονὴν μήτε λαγνείαν μήτε κόπον ἑαυτοῖς συνειδότες ἐντεινώμεθα τῇ φωνῇ τραχύτερον 
<milestone unit="stephpage" xml:id="stephpage-131a" n="131a"/> , ὃ πάσχουσι πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν, οἱ μὲν ὑπὸ δόξης καὶ φιλοτιμίας, οἱ δὲ διὰ μισθοὺς ἢ πολιτικὰς ἁμίλλας ἐξαγόμενοι παρὰ τὸ 
<milestone unit="tlnum" n="10"/> συμφέρον ἀγωνίζεσθαι. Νίγρος δʼ ὁ ἡμέτερος ἐν Γαλατίᾳ σοφιστεύων ἄκανθαν ἐτύγχανεν ἰχθύος καταπεπωκώς. ἑτέρου δʼ ἐπιφανέντος ἔξωθεν σοφιστοῦ καὶ μελετῶντος, ὀρρωδῶν ὑφειμένου δόξαν παρασχεῖν, ἔτι τῆς ἀκάνθης ἐνισχομένης ἐμελέτησε· μεγάλης 
<milestone unit="tlnum" n="15"/> δὲ φλεγμονῆς καὶ σκληρᾶς γενομένης, τὸν πόνον οὐ φέρων ἀνεδέξατο τομὴν ἔξωθεν βαθεῖαν. 
<milestone unit="stephpage" xml:id="stephpage-131b" n="131b"/> ἡ μὲν οὖν ἄκανθα διὰ τοῦ τραύματος ἐξῃρέθη, τὸ δὲ τραῦμα χαλεπὸν γενόμενον καὶ ῥευματικὸν ἀνεῖλεν αὐτόν. ἀλλὰ ταῦτα μὲν ἄν τις ὕστερον εὐκαίρως 
<milestone unit="tlnum" n="20"/> ὑπομνήσειε. </said></p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> λουτρῷ δὲ χρῆσθαι γυμνασαμένους ψυχρῷ μὲν ἐπιδεικτικὸν καὶ νεανικὸν μᾶλλον ἢ ὑγιεινόν ἐστιν. ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται 
<milestone unit="tlnum" n="25"/> περὶ τὰ ἐντὸς κακόν, ἐνισταμένη τοῖς πόροις καὶ τὰ ὑγρὰ συνάγουσα καὶ πηγνύουσα τὰς ἀναθυμιάσεις ἀεὶ χαλᾶσθαι καὶ διαφορεῖσθαι βουλομένας. <pb xml:id="v.1.p.321"/> ἔτι δʼ ἀνάγκη τοὺς ψυχρολουτοῦντας εἰς ἐκείνην 
<milestone unit="stephpage" xml:id="stephpage-131c" n="131c"/> αὖθις μεταβαίνειν ἣν φεύγομεν ἀκριβῆ καὶ τεταγμένην ἀποτόμως δίαιταν, ἀεὶ προσέχοντας αὑτοῖς μὴ παραβαίνωσι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παραβαίνωσι</foreign> R: <foreign xml:lang="grc">παραβαίνειν</foreign> </note> ταύτην , ὡς εὐθὺς ἐξελεγχομένου πικρῶς 
<milestone unit="tlnum" n="5"/> παντὸς ἁμαρτήματος. ἡ δὲ θερμολουσία δίδωσι πολλὴν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλὴν</foreign> idem: <foreign xml:lang="grc">πολλῷ</foreign> </note> συγγνώμην. οὐ γὰρ τοσοῦτον εὐτονίας ὑφαιρεῖ καὶ ῥώμης, ὅσον ὠφελεῖ πρὸς ὑγίειαν, ἐνδόσιμα τῇ πέψει καὶ μαλακὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μαλακτικὰ</foreign> H</note> παρέχουσα, τοῖς δὲ τὴν πέψιν διαφεύγουσιν, ἄν γε δὴ μὴ παντάπασιν ὠμὰ καὶ 
<milestone unit="tlnum" n="10"/> μετέωρα μείνῃ, διαχύσεις ἀλύπους παρασκευάζουσα 
<milestone unit="stephpage" xml:id="stephpage-131d" n="131d"/> καὶ κόπους ἐκλεαίνουσα λανθάνοντας. οὐ μὴν ἀλλʼ ὅταν ἡ φύσις παρέχῃ μετρίως διακειμένου καὶ ἱκανῶς τοῦ σώματος αἴσθησιν, ἐατέον τὸ βαλανεῖον. ἄλειμμα δὲ τὸ πρὸς πυρὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πῦρ</foreign> R</note> βέλτιον, ἂν ἀλέας δέηται 
<milestone unit="tlnum" n="15"/> τὸ σῶμα, ταμιεύεται γὰρ αὑτῷ τῆς θερμότητος. ὁ δʼ ἥλιος οὔτε μᾶλλον οὔθʼ ἧττον ἀλλʼ ὡς κέκραται πρὸς τὸν ἀέρα κεχρῆσθαι δίδωσι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ γυμνασίων. </said></p></div></div></body></text></TEI>