<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ <q>συσὶν ἐπὶ φορυτῷ 
<milestone unit="tlnum" n="20"/> μαργαινούσαις,</q> ὡς ἔφη Δημόκριτος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] Mullach. 1 p. 343</note> ἐπιμελῶς προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν, μηδʼ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ 
<milestone unit="tlnum" n="25"/> μέλλοντος. ὅθεν οὐ περὶ τροφὴν μόνον οὐδὲ γυμνάσια δεῖ φυλάττειν τὸ σῶμα μὴ παρὰ τὸ εἰωθὸς <pb xml:id="v.1.p.316"/> 
<milestone unit="stephpage" xml:id="stephpage-129b" n="129b"/> ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν, ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον ἀλλʼ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι, καὶ τῶν 
<milestone unit="tlnum" n="5"/> ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ πάχος ὑγρῶν ἢ πνεύματος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πνεύματος</foreign> Stobaeus Floril. CI 11: <foreign xml:lang="grc">πνευμάτων</foreign> </note> ταραχὴν ἐντὸς κατηγοροῦσαν. ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν. ἄλογοι γὰρ ἴσχουσιν ἀθυμίαι καὶ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-129c" n="129c"/> φόβοι πολλάκις ἀπʼ οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι· γίγνονται δὲ καὶ ταῖς ὀργαῖς ἐπίχολοι καὶ ὀξεῖς καὶ μικρόλυποι, καὶ δακρυρροοῦσι καὶ ἀδημονοῦσιν ὅταν ἀτμοὶ πονηροὶ καὶ ἀναθυμιάσεις πικραὶ συνιστάμεναι <q>ταῖς τῆς ψυχῆς,</q> 
<milestone unit="tlnum" n="15"/> ὥς φησιν ὁ Πλάτων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Tim. p. 47 d</note> ἀνακραθῶσι <q>περιόδοις.</q> διὸ δεῖ σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μνημονεύειν</foreign> H: <foreign xml:lang="grc">μνημονεύειν ἂν μηδὲν ᾖ πνευματικον</foreign> </note> ὅτι σωματικόν ἐστιν αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον. </said></p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> χρήσιμον δὲ πάνυ καὶ τὸ τοὺς φίλους ἐπισκεπτόμενον 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-129d" n="129d"/>ἀσθενοῦντας ἐκπυνθάνεσθαι τὰς αἰτίας, μὴ σοφιστικῶς μηδὲ περιέργως ἐνστάσεις καὶ παρεμπτώσεις καὶ κοινότητας λαλοῦντα καὶ παρεπιδεικνύμενον ἰατρικῶν ὀνομάτων καὶ γραμμάτων ἐμπειρίαν, ἀλλὰ ταυτὶ τὰ φαῦλα καὶ κοινὰ μὴ παρέργως ἀκούοντα, 
<milestone unit="tlnum" n="25"/> πλῆθος ἡλίωσιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡλίωσιν</foreign> Erasmus: <foreign xml:lang="grc">ἢ λείωσιν</foreign> </note> κόπον ἀγρυπνίαν, μάλιστα δὲ δίαιταν ᾗ χρώμενος ἐπύρεξεν. εἶθʼ ὥσπερ ὁ <pb xml:id="v.1.p.317"/> Πλάτων ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν ἀλλοτρίων ἁμαρτημάτων</foreign> H</note> εἰώθει λέγειν ἀπιών<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπιών</foreign>] del. H <foreign xml:lang="grc">ἄρʼ</foreign> H: <foreign xml:lang="grc">ἄρα καὶ</foreign> </note> <q>μή που ἄρ ἐγὼ τοιοῦτος;</q> οὕτω τὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον εὖ τίθεσθαι , καὶ φυλάττεσθαι καὶ μνημονεύειν ὅπως οὐ περιπεσεῖται τοῖς 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-129e" n="129e"/> αὐτοῖς οὐδʼ αὐτὸς εἰς τὴν κλίνην καταπεσὼν ὑμνήσει ποθῶν τὴν πολυτίμητον ὑγίειαν, ἀλλʼ ἑτέρου πάσχοντος ἐνσημανεῖται πρὸς ἑαυτὸν ὡς ἄξιον πολλοῦ τὸ ὑγιαίνειν καὶ δεῖ τοῦτο διατηρεῖν αὑτῷ προσέχοντα καὶ φειδόμενον. οὐ χεῖρον δὲ καὶ τὴν ἑαυτῶν παρεπισκοπεῖν 
<milestone unit="tlnum" n="10"/> δίαιταν· ἂν γὰρ ἐν πόσεσι καὶ προσφοραῖς ἤ τισι πόνοις καὶ ἀταξίαις ἑτέραις τυγχάνωμεν γεγονότες, τὸ δὲ σῶμα μηδεμίαν ὑποψίαν παρέχῃ μηδὲ προαίσθησιν, ὅμως αὑτοὺς δεῖ φυλάττεσθαι καὶ προκαταλαμβάνειν ἐκ μὲν ἀφροδισίων καὶ κόπων 
<milestone unit="tlnum" n="15"/> ὄντας ἀναπαύσει καὶ ἡσυχίᾳ, μετὰ δʼ οἴνωσιν καὶ συμπεριφορὰν ὑδροποσίᾳ, μάλιστα δὲ τροφαῖς κεχρημένους· 
<milestone unit="stephpage" xml:id="stephpage-129f" n="129f"/> ἐμβριθέσι καὶ κρεώδεσιν ἢ ποικίλαις ὀλιγοσιτεῖν καὶ μηδὲν ὑπολείπειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπολείπειν</foreign> scripsi: <foreign xml:lang="grc">ὑπολιπεῖν</foreign> </note> περιττώματος πλῆθος ἐν τῷ σώματι. καὶ γὰρ αὐτὰ ταῦτα διʼ αὑτὰ πολλῶν 
<milestone unit="tlnum" n="20"/> αἴτια νόσων ἐστί, καὶ προστίθησι ταῖς ἄλλαις αἰτίαις ὕλην καὶ δύναμιν. ὅθεν ἄριστα λέλεκται <q>τροφῆς ἀκορίην καὶ πόνων ἀοκνίην καὶ σπέρματος 
<milestone unit="stephpage" xml:id="stephpage-130a" n="130a"/> οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι</q> καὶ γὰρ ἡ περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν 
<milestone unit="tlnum" n="25"/> ἐκλύειν ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται, πλέον περίττωμα ποιεῖ καὶ πλῆθος. </said></p></div></div></body></text></TEI>