<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> καὶ 
<milestone unit="tlnum" n="5"/> καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν γὰρ ἢ πολυτελὲς ἔξω καὶ 
<milestone unit="tlnum" n="10"/> καθʼ αὑτὸ τῶν τοιούτων ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ καὶ μετὰ τοῦ ἡδομένου 
<milestone unit="stephpage" xml:id="stephpage-128d" n="128d"/> γίγνεσθαι κατὰ φύσιν ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν 
<milestone unit="tlnum" n="15"/> τὸν ἰχθὺν εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ εὔμορφος, ἀλλʼ ἑαυτὸν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑαυτὸν</foreign> Stobaeus Floril. CI 11: <foreign xml:lang="grc">αὑτὸν</foreign> </note> εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος. εἰ δὲ μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες ἐπίκωμοι 
<milestone unit="tlnum" n="20"/> μεθύοντες οὐ φιλοφροσύνην παρέσχον οὐδʼ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ ὀδυρμοὺς</foreign> idem</note> ἐποίησαν, 
<milestone unit="stephpage" xml:id="stephpage-128e" n="128e"/> οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ διεφθορόσι φλέγμα καὶ χολὴν 
<milestone unit="tlnum" n="25"/> κινεῖ καὶ ταράττει καὶ προσεξίστησιν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρεξίστησιν</foreign> H</note> ἡδὺ δʼ οὐδὲν ἀξιολόγως οὐδʼ ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν. <pb xml:id="v.1.p.315"/> </said></p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ διʼ ὄνυχος λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς; παρέχεται καὶ σφαλερόν, αὐτῆς τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τε</foreign> Stobaeus: <foreign xml:lang="grc">δὲ</foreign> </note> τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν 
<milestone unit="tlnum" n="5"/> ἡδοναῖς ἢ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> Madvigius: <foreign xml:lang="grc">καὶ</foreign> </note> πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης. 
<milestone unit="stephpage" xml:id="stephpage-128f" n="128f"/> δεῖ δʼ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτʼ ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ γενόμενον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γενόμενον</foreign> Stobaeus: <foreign xml:lang="grc">γινόμενον</foreign> </note> ἀλλʼ ἐνδιδόναι 
<milestone unit="tlnum" n="10"/> καὶ ποιεῖν ἐλαφρὸν ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας μηδὲ θερμασίας μηδὲ, νάρκας, ὑφʼ ὧν ἔνιοι μόλις ὥσπερ ὑπʼ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ περὶ θύρας ὄντος ἤδη, 
<milestone unit="stephpage" xml:id="stephpage-129a" n="129a"/> θορυβούμενοι συστέλλουσιν ἑαυτούς, ἀλλὰ πόρρωθεν 
<milestone unit="tlnum" n="15"/>  ἐξευλαβεῖσθαι <quote rend="blockquote"><l> πρὸ χείματος, ὥστʼ ἀνὰ ποντίαν ἄκραν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 721</note><l>βορέα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βορέα</foreign> idem: <foreign xml:lang="grc">βορρᾶ</foreign> </note> πνέοντος</l></quote> </said></p></div></div></body></text></TEI>