<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> οὐκ ἀγνοῶ δʼ ὅτι καὶ διὰ κόπους πυρέττουσιν 
<milestone unit="tlnum" n="10"/> ἄνθρωποι καὶ διʼ ἐγκαύσεις καὶ διὰ περιψύξεις. ἀλλʼ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθʼ ἑαυτὰς ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ ἀρχαῖς οἷον 
<milestone unit="stephpage" xml:id="stephpage-127c" n="127c"/> οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος ὑποκείμενον. 
<milestone unit="tlnum" n="15"/> ἄνευ δὲ τούτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τούτων</foreign>] <foreign xml:lang="grc">τούτου</foreign> R</note> χαλεπὸν οὐδέν, ἀλλʼ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως, αἵματος λεπτοῦ. καὶ πνεύματος καθαροῦ δεχομένου τὴν κίνησιν ἐν δὲ πλήθει καὶ περιττώματι οἷον ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ 
<milestone unit="tlnum" n="20"/> δεῖ μὴ καθάπερ οἱ ἄπλοοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄπλοοι</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἀγαθοὶ</foreign></note> ναύκληροι πολλὰ διʼ ἀπληστίαν ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες καὶ ὑπεξαιροῦντες τὴν θάλατταν, οὕτως ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν 
<milestone unit="stephpage" xml:id="stephpage-127d" n="127d"/> αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές, 
<milestone unit="tlnum" n="25"/> ὅπως κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος, ἀναφέρηται. </said></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> μάλιστα δὲ προφυλακτέον ἐν ταῖς <pb xml:id="v.1.p.312"/> προπαθείαις καὶ προαισθήσεσιν. οὐ γὰρ ἅπασαι κατὰ τὸν Ἡσίοδον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 104</note> ἐπιφοιτῶσιν αἱ νόσοι <quote rend="blockquote"><l>σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς</l></quote>, ἀλλʼ αἱ πλεῖσται καθάπερ προαγγέλους καὶ προδρόμους 
<milestone unit="tlnum" n="5"/> καὶ κήρυκας ἔχουσιν ἀπεψίας καὶ δυσκινησίας. <q>βαρύτητες καὶ κόποι</q> φησὶν Ἱπποκράτης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἱπποκράτης</foreign>] Aphor. II 5</note> <q>αὐτόματοι νοῦσον φράζουσι</q> διὰ πλῆθος ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ τὰ νεῦρα πνεύματος 
<milestone unit="stephpage" xml:id="stephpage-127e" n="127e"/> ἔχοντος. ἀλλʼ ὅμως αὐτοῦ μονονουχὶ τοῦ 
<milestone unit="tlnum" n="10"/> σώματος ἀντιτείνοντος καὶ κατασπῶντος ἐπὶ τὸ κλινίδιον καὶ τὴν ἡσυχίαν οἱ μὲν ὑπὸ λαιμαργίας καὶ φιληδονίας ἐμβάλλουσιν ἑαυτοὺς ἐπὶ τὰ βαλανεῖα καὶ σπεύδουσιν ἐπὶ τὰς προπόσεις, ὥσπερ εἰς πολιορκίαν ἐπισιτιζόμενοι καὶ δεδιότες μὴ φθάσῃ καταλαβὼν 
<milestone unit="tlnum" n="15"/> αὐτοὺς ὁ πυρετὸς ἀναρίστους, οἱ δὲ κομψότεροι ταύτῃ μὲν οὐχ ἁλίσκονται, πάνυ δʼ ἀβελτέρως αἰσχυνόμενοι κραιπάλην ἢ ἀπεψίαν ὁμολογεῖν καὶ διημερεύειν ἐν ἱματίοις, ἑτέρων εἰς τὸ γυμνάσιον βαδιζόντων καὶ παρακαλούντων ἀναστάντες συναποδύονται 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-127f" n="127f"/> καὶ ταὐτὰ πράττουσι τοῖς ὑγιαίνουσι. τοὺς δὲ πλείους ἀκρασίας καὶ μαλακίας<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀκρασίας καὶ μαλακίας</foreign> Erasmus: <foreign xml:lang="grc">ἀκρασία καὶ μαλακία</foreign> </note> συνήγορον ἔχουσα παροιμίαν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν παροιμίαν</foreign> R</note> ἐλπὶς ἀναπείθει καὶ προάγεται βαδίζειν ἀναστάντας ἰταμῶς ἐπὶ τὴν συνήθειαν, ὡς οἴνῳ δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας 
<milestone unit="tlnum" n="25"/> καὶ διαφορήσοντας.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐξελῶντας καὶ διαφορήσοντας</foreign> W: <foreign xml:lang="grc">ἐξελόντας καὶ διαφορήσαντας</foreign> </note> πρὸς μὲν οὖν ταύτην τὴν <pb xml:id="v.1.p.313"/> ἐλπίδα τὴν τοῦ Κάτωνος εὐλάβειαν ἀντιτακτέον ἥν 
<milestone unit="stephpage" xml:id="stephpage-128a" n="128a"/> φησιν ἐκεῖνος ὁ ἀνὴρ <q>τὰ μὲν μεγάλα μικρὰ ποιεῖν τὰ δὲ μικρὰ παντελῶς ἀναιρεῖν</q> καὶ ὅτι κρεῖττον ἔνδειαν ὑπομεῖναι διὰ κενῆς καὶ ἡσυχίαν ἢ διακυβεῦσαι 
<milestone unit="tlnum" n="5"/> πρὸς λουτρὸν ὠσαμένους καὶ δεῖπνον. εἰ μὲν γὰρ ἔστι τι, βλάψει τὸ μὴ φυλάξασθαι μηδʼ ἐπισχεῖν εἰ δὲ μηδέν, οὐ βλάψει τὸ συσταλῆναι τῷ σώματι καὶ γενέσθαι καθαρώτερον. ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις δεδιὼς καὶ τοῖς οἰκέταις 
<milestone unit="tlnum" n="10"/> φανερὸς γενέσθαι διακείμενος ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον· <quote rend="blockquote"><l>αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> Porsonus</note> φέροις,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 291</note></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-128b" n="128b"/> πολὺ δʼ αἴσχιον ἀπεψίαν καὶ βαρύτητα καὶ πλησμονὴν σώματος εἰς βαλανεῖον ἑλκομένου καθάπερ εἰς θάλασσαν σαθροῦ πλοίου καὶ μὴ στέγοντος. ὥσπερ γὰρ ἀμέλει πλέοντες ἔνιοι χειμῶνος ὄντος αἰδοῦνται διατρίβειν ἐπʼ ἀκτῆς·, εἶτʼ ἀναχθέντες αἴσχιστα διάκεινται 
<milestone unit="tlnum" n="20"/> βοῶντες καὶ ναυτιῶντες, οὕτως ἐν ὑποψίᾳ καὶ προπαθείᾳ σώματος ἀγεννὲς ἡγούμενοι μίαν ἡμέραν ἐν κλίνῃ διάγειν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">malim <foreign xml:lang="grc">διαγαγεῖν</foreign> </note> καὶ μὴ παραθέσθαι τράπεζαν, αἴσχιστα πολλὰς ἡμέρας κεῖνται καθαιρόμενοι καὶ καταπλασσόμενοι καὶ θωπεύοντες ἰατροὺς καὶ 
<milestone unit="tlnum" n="25"/> θεραπεύοντες, οἶνον αἰτοῦντες ἢ ψυχρὸν ὕδωρ, 
<milestone unit="stephpage" xml:id="stephpage-128c" n="128c"/> ἄτοπα καὶ ἀγεννῆ πολλὰ ποιεῖν καὶ φθέγγεσθαι διὰ τὸν πόνον καὶ τὸν φόβον ὑπομένοντες. καὶ μὴν <pb xml:id="v.1.p.314"/> τούς γε διὰ τὰς ἡδονὰς μὴ κρατοῦντας ἑαυτῶν ἀλλʼ ἐγκλίνοντας ἢ φερομένους ὑπὸ τῶν ἐπιθυμιῶν καλῶς ἔχει διδάσκειν καὶ ἀναμιμνῄσκειν ὅτι πλεῖστον ἐκ τοῦ σώματος αἱ ἡδοναὶ λαμβάνουσι·.</said></p></div></div></body></text></TEI>