<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><said who="#Μοσχίων"><label>ΜΟΣΧΙΩΝ.</label> σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον.</said></p><p rend="indent"><said who="#Ζεύξιππος"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> οὔτʼ ἀπετριψάμην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπετρίψω - ἀπετριψάμην</foreign> Cobetus: <foreign xml:lang="grc">ἀπετρέψω - ἀπετρεψάμην</foreign> </note> ὦ φίλε Μοσχίων, 
<milestone unit="tlnum" n="5"/> οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="stephpage-122c" n="122c"/> ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν. ἐν μὲν γὰρ ἰατρικῇ καθʼ Ὅμηρον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρον</foreign>] <foreign xml:lang="grc">Λ 515</foreign></note> ὁ ἀνὴρ <quote rend="blockquote"><l>πολλῶν ἀντάξιος ἄλλων</l></quote> οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλʼ ἀεί τι τραχὺ 
<milestone unit="tlnum" n="10"/> καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν ἐναντίος ἐφʼ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς. <q>χωρίς</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χωρὶς</foreign>] Nauck. p. 725</note> γὰρ ἔφη τὰ φιλοσόφων καὶ ἰατρῶν ὥσπερ τινῶν <q>Μυσῶν καὶ 
<milestone unit="tlnum" n="15"/>Φρυγῶν ὁρίσματα,</q> καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως εἰρημένων παρʼ ἡμῶν διὰ στόματος 
<milestone unit="stephpage" xml:id="stephpage-122d" n="122d"/> ἔχων ἐσπάραττεν.</said></p><p rend="indent"><said who="#Μοσχίων"><label>ΜΟΣΧΙΩΝ.</label> ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν <pb xml:id="v.1.p.300"/> ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην.</said></p><p rend="indent"><said who="#Ζεύξιππος"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις 
<milestone unit="tlnum" n="5"/> φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">δ</foreign> 392</note></quote> τῷ σώματι. καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς, 
<milestone unit="stephpage" xml:id="stephpage-122e" n="122e"/> ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ Ἀθήνησι· τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς ἐνδεέστερον 
<milestone unit="tlnum" n="15"/> ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν. ὥστʼ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλʼ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὅρους οἴονται δεῖν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοὶς ὅρους οἴονται δεῖν</foreign> R: <foreign xml:lang="grc">οἴονται δεῖν τοὺς ὅρους</foreign> </note> ὥσπερ ἐν μιᾷ 
<milestone unit="tlnum" n="20"/> χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν, ἅμα τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες.</said></p><p rend="indent"><said who="#Μοσχίων"><label>ΜΟΣΧΙΩΝ.</label> ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε 
<milestone unit="stephpage" xml:id="stephpage-122f" n="122f"/> , ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι καὶ ἀπροσδεᾶ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους ἡμῖν 
<milestone unit="tlnum" n="25"/> δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον. <pb xml:id="v.1.p.301"/> </said></p></div></div></body></text></TEI>