ΜΟΣΧΙΩΝ. σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον. ΖΕΥΞΙΠΠΟΣ. οὔτʼ ἀπετριψάμην, ἀπετρίψω - ἀπετριψάμην Cobetus: ἀπετρέψω - ἀπετρεψάμην ὦ φίλε Μοσχίων, οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν. ἐν μὲν γὰρ ἰατρικῇ καθʼ Ὅμηρον Ὅμηρον ] Λ 515 ὁ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλʼ ἀεί τι τραχὺ καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν ἐναντίος ἐφʼ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ μικρὸν οὐδʼ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων τετολμῆσθαι, διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς. χωρίς χωρὶς ] Nauck. p. 725 γὰρ ἔφη τὰ φιλοσόφων καὶ ἰατρῶν ὥσπερ τινῶν Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως εἰρημένων παρʼ ἡμῶν διὰ στόματος ἔχων ἐσπάραττεν. ΜΟΣΧΙΩΝ. ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην. ΖΕΥΞΙΠΠΟΣ. φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται Homer. δ 392 τῷ σώματι. καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς, ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ Ἀθήνησι· τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς ἐνδεέστερον ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν. ὥστʼ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλʼ εἰ μὴ παντάπασιν ἀνελόντες τοὺς ὅρους οἴονται δεῖν τοὶς ὅρους οἴονται δεῖν R: οἴονται δεῖν τοὺς ὅρους ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν, ἅμα τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες. ΜΟΣΧΙΩΝ. ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε , ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι καὶ ἀπροσδεᾶ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους ἡμῖν δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον.