<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός 
<milestone unit="stephpage" xml:id="stephpage-104a" n="104a"/> ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις 
<milestone unit="tlnum" n="10"/> πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ <quote rend="blockquote"><l> οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι</l><note resp="editor" place="unspecified" anchored="true">Homer. M 326</note></quote> τὸ παράπαν ἀλλὰ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 450</note><l> ἀνάγκαις </l></quote> ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδου</foreign>] Phoen. 558</note> <quote rend="blockquote"><l>ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος</l></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ ὅτι <quote rend="blockquote"><l>μίκρʼ ἄττα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μίκρ’ ἄττα τὰ</foreign><foreign xml:lang="lat">scripsi</foreign>:<foreign xml:lang="grc">μικρότατα</foreign> (<foreign xml:lang="grc">ὡς μικρὰ τὰ</foreign> Stobaeus Flor. CV 1. Nauck. p. 388)</note> τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα </l><l>τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-104b" n="104b"/> τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, <q>βέλτιον δʼ ἄν ἔχου ἦν,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχον ἦν</foreign> H: <foreign xml:lang="grc">εἶχεν ὄν</foreign> </note> εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε 
<milestone unit="tlnum" n="25"/> χρόνου</q> <pb xml:id="v.1.p.254"/> <quote rend="blockquote"><l>κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 387</note><l>γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος, </l><l>τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.</l></quote> ὁ δὲ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Pyth. VIII 135</note> ἐν ἄλλοις 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ </l><l>ἄνθρωπος</l></quote> ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-104c" n="104c"/> ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Κράντωρ</foreign>] Mullach. 3 p. 157</note> παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ <q>ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε 
<milestone unit="tlnum" n="15"/> πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις 
<milestone unit="tlnum" n="20"/> τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> H: <foreign xml:lang="grc">τε</foreign> </note> καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει.</q> τοῦ δὴ 
<milestone unit="stephpage" xml:id="stephpage-104d" n="104d"/> χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν 
<milestone unit="tlnum" n="25"/> ἀτυχεῖν οὐδὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδὲν ἀτυχεῖν</foreign> R</note> ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. <q>ἄσκοπος γὰρ ἡ τύχη</q> φησὶν ὁ Θεόφραστος <pb xml:id="v.1.p.255"/> <q>καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν</q> ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι 
<milestone unit="tlnum" n="5"/> παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών <quote rend="blockquote"><l> οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. </l><l>οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, </l><l>ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ 
<milestone unit="tlnum" n="10"/> </l><l> ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελέσωσι</foreign> H ex Homer. <foreign xml:lang="grc">ς</foreign> 133</note> 
<milestone unit="stephpage" xml:id="stephpage-104e" n="104e"/> </l><l> καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ</l></quote> καὶ <quote rend="blockquote"><l>τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, </l><note resp="editor" place="unspecified" anchored="true">Hom. <foreign xml:lang="grc">ς</foreign> 136</note><l>οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε</l></quote> 
<milestone unit="tlnum" n="15"/> καὶ ἐν ἄλλοις <quote rend="blockquote"><l>Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; </l><note resp="editor" place="unspecified" anchored="true">id. Z 145</note><l>οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν. </l><l>φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ </l><l>θʼ ὕλη 
<milestone unit="tlnum" n="20"/> </l><l>τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη </l><l>ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-104f" n="104f"/> ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω <quote rend="blockquote"><l>βροτῶν ἕνεκα πτολεμίζω<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πτολεμίζω</foreign> H: <foreign xml:lang="grc">πτολεμίζειν</foreign> </note><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Φ</foreign> 463</note> 
<milestone unit="tlnum" n="25"/> </l><l> δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε </l><l>ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·, </l><l>ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ </l></quote> <pb xml:id="v.1.p.256"/> 
<milestone unit="stephpage" xml:id="stephpage-105a" n="105a"/>Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ 
<milestone unit="tlnum" n="5"/> τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="orgpage-105b" n="105b"/> ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας <q>ὦ δαῖμον</q> εἶπε, <q>μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα,</q> εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος 
<milestone unit="tlnum" n="15"/>Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ <q>ὦ τύχη</q> εἶπεν, <q>εἰς τίνα με καιρὸν ἄρα φυλάττεις;</q> μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν 
<milestone unit="stephpage" xml:id="stephpage-105c" n="105c"/> ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί <quote rend="blockquote"><l>ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα </l><l> δʼ ἔμπης </l><l> ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ </l><l> οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.<note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 522</note> 
<milestone unit="tlnum" n="25"/> <pb xml:id="v.1.p.257"/> </l><l>ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, </l><l>ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί. </l><l> δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l> δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων. 
<milestone unit="tlnum" n="5"/> </l><l>ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, 
<milestone unit="stephpage" xml:id="stephpage-105d" n="105d"/> </l><l>ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ </l><l>ἐσθλῷ· </l><l>ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε </l><l>καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, 
<milestone unit="tlnum" n="10"/> </l><l> φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l></quote> ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ 
<milestone unit="tlnum" n="15"/> πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε <quote rend="blockquote"><l>ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα<note resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 94</note> 
<milestone unit="stephpage" xml:id="stephpage-105e" n="105e"/> </l><l>ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά. </l><l>μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν </l><l> ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε 
<milestone unit="tlnum" n="20"/> </l><l>ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο. </l><l>ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται. </l><l>πλείη μὲν γὰρ γαῖα κακῶν, </l><l>πλείη; δὲ θάλασσα. </l><l> νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ </l><l> αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι 
<milestone unit="tlnum" n="25"/> </l><l> σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-105f" n="105f"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ κωμικός</foreign>] Meinek. IV p. 23</note> ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει <pb xml:id="v.1.p.258"/> <quote rend="blockquote"><l>εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, </l><l>ἀεὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign> Stobaeus Flor. CVIII 1: <foreign xml:lang="grc">αἰεὶ</foreign> </note> θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, </l><l>ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον. </l><l>νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει 
<milestone unit="tlnum" n="5"/> </l><l>εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, </l><l>ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. </l><l>τί οὖν ποιεῖς πλέον;<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖς πλέον</foreign> Meinekius: <foreign xml:lang="grc">πλέον ποιοῦμεν</foreign> </note> οὐδέν· ἡ λύπη δʼ ἔχει 
<milestone unit="stephpage" xml:id="stephpage-106a" n="106a"/> </l><l>ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ δάκρυον</foreign> Stobaeus: <foreign xml:lang="grc">τὰ δάκρυα</foreign> </note> </l></quote> ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν 
<milestone unit="tlnum" n="10"/>Δίκτυς φησὶ <quote rend="blockquote"><l>δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 366</note><l>καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; </l><l>παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ </l><l>ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις 
<milestone unit="tlnum" n="15"/> </l><l>ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐμμεμόχλευνται</foreign> Bentleius: <foreign xml:lang="grc">ἐκμεμόχθηνται</foreign> </note> βροτῶν, </l><l> ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, </l><l>τοὺς τʼ ἐκ μέγιστον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μέγιστον</foreign> Elmsleius: <foreign xml:lang="grc">μεγίστης</foreign> </note> ὀλβίας τυραννίδος 
<milestone unit="stephpage" xml:id="stephpage-106b" n="106b"/> </l><l>τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.</l></quote> κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω 
<milestone unit="tlnum" n="20"/> δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν 
<milestone unit="tlnum" n="25"/> λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ <pb xml:id="v.1.p.259"/> καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν 
<milestone unit="stephpage" xml:id="stephpage-106c" n="106c"/> τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς 
<milestone unit="tlnum" n="5"/> συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔλαττον</foreign> R: <foreign xml:lang="grc">ἐλάττονα</foreign> </note> τὴν δόξαν τοῦ λελυπημένου 
<milestone unit="tlnum" n="10"/> μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ὁ δʼ Αἰσχύλος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 84</note> καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε <quote rend="blockquote"><l>ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί, 
<milestone unit="tlnum" n="15"/> </l><l>ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν</l></quote> τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών 
<milestone unit="stephpage" xml:id="stephpage-106d" n="106d"/> <quote rend="blockquote"><l>ὦ θάνατε παιὰν ἰατρὸς μόλοις</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 64</note></quote> </p><p rend="indent"><q>λιμὴν</q> γὰρ ὄντως <q>Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ</q> ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 523</note></quote> καὶ <quote rend="blockquote"><l>ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 697</note></quote> τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυσανιῶν καὶ</foreign>] fort. <foreign xml:lang="grc">δυσάνιον καὶ</foreign> ** <foreign xml:lang="lat">ut adiectivum suppleatur.</foreign> cf. lin. 26 <foreign xml:lang="grc">δυσαλγῆ</foreign> </note> ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν 
<milestone unit="tlnum" n="25"/> ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν <pb xml:id="v.1.p.260"/>  τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν 
<milestone unit="stephpage" xml:id="stephpage-106e" n="106e"/> κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ οὐκ ἔστιν</foreign><foreign xml:lang="lat">addidi</foreign></note> ὁ θάνατος; καί, φησιν Ἡράκλειτος,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡράκλειτος</foreign>] Mullach. 1 p. 321</note> <q>ταὐτὸ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταύτῷ</foreign></note> γʼ ἔνι ζῶν καὶ τεθνηκὸς 
<milestone unit="tlnum" n="5"/> καὶ τὸ ἐγρηγορὸς καὶ τὸ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign><foreign xml:lang="lat">et</foreign><foreign xml:lang="grc">τὸ</foreign> del. R <foreign xml:lang="lat">facile sane</foreign></note> καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.</q> ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν 
<milestone unit="tlnum" n="10"/> ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης 
<milestone unit="stephpage" xml:id="stephpage-106f" n="106f"/> πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνεχεῖς αὐτοῖς</foreign>] <foreign xml:lang="grc">συγχέασ’ αὐτοὶς</foreign> Sauppius</note> ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, 
<milestone unit="tlnum" n="15"/> καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν 
<milestone unit="tlnum" n="20"/> ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπαγωγοὺς</foreign> Emperius: <foreign xml:lang="grc">ἐπαγωγὰς</foreign> </note> ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον 
<milestone unit="stephpage" xml:id="stephpage-107a" n="107a"/>ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ 
<milestone unit="tlnum" n="25"/> δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν. <pb xml:id="v.1.p.261"/> </p></div></div></body></text></TEI>