<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="36"><p rend="indent">ὁ δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign> R: <foreign xml:lang="grc">περί τε</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα 
<milestone unit="stephpage" xml:id="stephpage-120e" n="120e"/> δʼ ἐν τῇ Πολιτείᾳ καὶ τῷ Μένωνι καὶ τῷ Γοργίᾳ καὶ σποράδην ἐν τοῖς ἄλλοις διαλόγοις. ἀλλὰ τὰ μὲν ἐν τῷ Περὶ ψυχῆς διαλόγῳ ῥηθέντα κατʼ ἰδίαν ὑπομνηματισάμενός σοι παρέξομαι, ὡς ἐβουλήθης· ἔσται<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔσται δὲ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">τὰ δὲ</foreign></note> 
<milestone unit="tlnum" n="10"/> δὲ πρὸς τὸ παρὸν καίρια καὶ χρήσιμα τὰ λεχθέντα πρὸς Καλλικλέα<note resp="editor" place="unspecified" anchored="true">Xylander</note> τὸν Ἀθηναῖον, ἑταῖρον δὲ καὶ μαθητὴν Γοργίου τοῦ ῥήτορος φησὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνι</foreign>] Gorg. p. 523 c</note> Σωκράτης, <q>ἄκουε δή,</q> φασί,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φασί</foreign> Plato: <foreign xml:lang="grc">φησί</foreign> </note> μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσει, ὡς ἐγὼ οἶμαι, μῦθον, 
<milestone unit="tlnum" n="15"/> ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, 
<milestone unit="stephpage" xml:id="stephpage-120f" n="120f"/> ἐπειδὴ παρὰ τοῦ πατρὸς; παρέλαβον ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων καὶ ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ 
<milestone unit="tlnum" n="20"/> νῦν ἔτʼ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως διελθόντα τὸν βίον καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δʼ ἀδίκως καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-121a" n="121a"/> ἀθέως εἰς τὸ τῆς δίκης τε καὶ τίσεως δεσμωτήριον, 
<milestone unit="tlnum" n="25"/> ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. τούτων δʼ οἱ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν <pb xml:id="v.1.p.296"/> ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες μέλλοιεν τελευτᾶν. ἔπειτα αἱ δίκαι πως οὐ καλῶς ἐκρίνοντο. ὃ τʼ οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς 
<milestone unit="tlnum" n="5"/> τὸν Δία ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι. εἶπεν οὖν ὁ Ζεὺς <q>ἀλλʼ ἐγώ</q> ἔφη <q>παύσω τοῦτο γιγνόμενον. νῦν μὲν γὰρ κακῶς αἱ δίκαι 
<milestone unit="stephpage" xml:id="stephpage-121b" n="121b"/> δικάζονται. ἀμπεχόμενοι γάρ</q> ἔφη <q>οἱ κρινόμενοι κρίνονται· ζῶντες γὰρ κρίνονται. πολλοὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλοὶ</foreign> Plato: <foreign xml:lang="grc">πολλοὶ μὲν</foreign> </note> οὖν ἴσως</q> 
<milestone unit="tlnum" n="10"/> ἦ δʼ ὃς <q>πονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν. οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκπλήττονται καὶ</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἐκπλήττονται</foreign></note> καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι 
<milestone unit="tlnum" n="15"/> δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. ταῦτα δὴ αὐτοῖς; πάντʼ ἐπίπροσθεν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπίπροσθεν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἐπιπρόσθησις</foreign></note> γίγνεται, καὶ τὰ αὑτῶν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἑαυτῶν</foreign></note> ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων. 
<milestone unit="stephpage" xml:id="stephpage-121c" n="121c"/> πρῶτον μὲν οὖν παυστέον ἐστὶ προειδότας αὐτοὺς 
<milestone unit="tlnum" n="20"/> τὸν θάνατον· νῦν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νῦν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">νῦν μὲν</foreign></note> γὰρ προΐσασι. τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ, ὅπως ἂν παύσῃ αὐτό. ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν 
<milestone unit="tlnum" n="25"/> θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον ἁπάντων τῶν συγγενῶν,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συγγενῶν καὶ</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">συγγενῶν</foreign></note> καὶ καταλιπόντα ἐπὶ τῆς <pb xml:id="v.1.p.297"/> γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ. <note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δικαία ἡ κρίσις</foreign> Plato: <foreign xml:lang="grc">ἡ κρίσις δικαία</foreign> </note> ἐγὼ οὖν ταῦτʼ ἐγνωκὼς πρότερος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρότερος</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">πρότερον</foreign></note> ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δʼ ἐκ τῆς Εὐρώπης, 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-121d" n="121d"/>Αἰακόν. οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὼ</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">τὰ</foreign></note> λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δʼ ἐκ τῆς Εὐρώπης Αἰακός Μίνῳ δὲ πρεσβεῖα δώσω 
<milestone unit="tlnum" n="10"/> ἐπιδιακρίνειν ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπορητόν τι τὼ ἑτέρω</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἀπόρρητόν τι ᾗ τῷ ἑτέρῳ</foreign></note> ἵνʼ ὡς δικαιοτάτη ἡ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign><foreign xml:lang="lat">idem</foreign></note> κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις</q>. ταῦτʼ ἐστίν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι· καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοιόνδε</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">τοιόν</foreign> (sic)</note> τι λογίζομαι συμβαίνειν, ὅτι ὁ θάνατος 
<milestone unit="tlnum" n="15"/> τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν 
<milestone unit="stephpage" xml:id="stephpage-121e" n="121e"/> πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπʼ ἀλλήλοιν. </p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">ταῦτά σοι συναγαγών, Ἀπολλώνιε φίλτατε, καὶ συνθεὶς μετὰ πολλῆς ἐπιμελείας ἀπειργασάμην 
<milestone unit="tlnum" n="20"/> τὸν παραμυθητικόν σοι λόγον, ἀναγκαιότατον ὄντα σοι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σοι</foreign> del. H</note> πρός; τε τὴν τῆς παρούσης λύπης ἀπαλλαγὴν καὶ τοῦ πάντων ἀνιαροτάτου πένθους παῦλαν. περιέχει δὲ καὶ τὴν πρὸς τὸν θεοφιλέστατον υἱόν σου Ἀπολλώνιον πρέπουσαν τιμήν, ποθεινοτάτην οὖσαν τοῖς 
<milestone unit="tlnum" n="25"/> ἀφιερωθεῖσι, τὴν διὰ τῆς ἀγαθῆς μνήμης καὶ τῆς ἀδιαλείπτου πρὸς τὸν ἀεὶ χρόνον εὐφημίας. καλῶς <pb xml:id="v.1.p.298"/> οὖν ποιήσεις καὶ τῷ λόγῳ πεισθεὶς καὶ τῷ μακαρίτῃ 
<milestone unit="stephpage" xml:id="stephpage-121f" n="121f"/> σου υἱῷ χαρισάμενος καὶ μεταβαλὼν ἐκ τῆς ἀνωφελοῦς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν κακώσεως καὶ καταφθορᾶς ἐπὶ τὴν συνήθη σοι καὶ κατὰ φύσιν 
<milestone unit="tlnum" n="5"/> διαγωγὴν ἐλθεῖν.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐλθεῖν</foreign> del. R</note> ὡς γὰρ οὐδὲ συμβιῶν ἡμῖν ἡδέως ἑώρα κατηφεῖς ὄντας οὔτε σὲ οὔτε τὴν μητέρα, οὕτως οὐδὲ νῦν μετὰ θεῶν ὢν καὶ τούτοις συνεστιώμενος εὐαρεστήσειεν ἂν τῇ τοιαύτῃ ὑμῶν διαγωγῇ. ἀνδρὸς οὖν ἀγαθοῦ καὶ γενναίου καὶ φιλοτέκνου 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-122a" n="122a"/> φρόνημα ἀναλαβὼν σεαυτόν τε καὶ τὴν μητέρα τοῦ νεανίσκου καὶ τοὺς συγγενεῖς καὶ φίλους ἔκλυσαι τῆς τοιαύτης κακοδαιμονίας, εἰς γαληνότερον μετελθὼν βίου σχῆμα καὶ προσφιλέστερον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσφιλέστερον</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">προσφιλέστατον</foreign></note> τῷ τε υἱῷ σου καὶ πᾶσιν ἡμῖν τοῖς κηδομένοις σου κατὰ τὸ προσῆκον. </p></div></div></body></text></TEI>