ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος Meinek. IV p. 105 ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ μοίραις, μοίραις ] Μούσαις Madvigius καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον· τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν. ἀλλʼ ἄωρος ἄωρος Didotiana: ἀώρως ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν· ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνον Nauck. p. 524 μόρος ἔχει μόνον μόρος scripsi : ἔχει πόνος γεγώς. γεγώς Nauckius: ἐγώ σʼ οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του ἔκ του scripsi : ἐκ τοῦ συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται. λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου Πινδάρου ] Bergk. 1 p. 425 ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου, τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐν λειμώνεσσι προάστιον προάστιον G. Hermannus: προάστειον αὐτῶν ita p. 1130 c: φοινικορόδιαί τε λειμῶνες καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι χρυσέοις καρποῖς Boeckhius βεβριθός. βεβριθός R: βέβριθε καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε τε Hermannus τοὶ δὲ πεσσοῖς, τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν εὐανθὴς ἅπας τέθαλεν idem: τέθηλεν ὄλβος, ὀδμὰ δʼ ἐρατὸν Xylander: ἐρατῶν κατὰ χῶρον κίδναται αἰεὶ Boeckhius: ἀεὶ θύα θύα Hermannus: θύματα μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα θεῶν ἐπὶ βωμοῖς. καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν. Bergk. 1 p. 427 καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζωὸν δʼ ἔτι ζωὸν δ’ ἔτι vit. Rom. c. 28: ζῶν δὲ λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ ἐστι μόνον ἐστι μόνον ibidem: μόνον ἐστί ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν ἐφέρποισαν Boeckhius: ἐφέρπουσαν χαλεπῶν τε κρίσιν.