<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους; 
<milestone unit="tlnum" n="10"/> ὅθεν οὐδὲν φευκτὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φευκτὸν</foreign>] <foreign xml:lang="grc">ἀπευκτὸν</foreign> H</note> νομιστέον αὐτοὺς πάσχειν <quote rend="blockquote"> (<l>δεινὸν γὰρ οὐδὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεινὸν γὰρ οὐδὲν</foreign> Clemens Strom. IV p. 587 (Nauck. p. 468, 757, 9): <foreign xml:lang="grc">οὐδὲν γὰρ δεινὸν</foreign> </note> τῶν ἀναγκαίων βροτοῖς</l> </quote> οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων 
<milestone unit="stephpage" xml:id="stephpage-117e" n="117e"/> οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, 
<milestone unit="tlnum" n="15"/> καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι. πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν 
<milestone unit="tlnum" n="20"/> ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι· καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος 
<milestone unit="stephpage" xml:id="stephpage-117f" n="117f"/> πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν 
<milestone unit="tlnum" n="25"/> κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς <pb xml:id="v.1.p.288"/>, καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς 
<milestone unit="tlnum" n="5"/> τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ 
<milestone unit="stephpage" xml:id="stephpage-118a" n="118a"/> κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διὰ τῆς</foreign>] <foreign xml:lang="grc">διὰ</foreign> H</note> 
<milestone unit="tlnum" n="10"/> τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί <quote rend="blockquote"><l>δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ<note resp="editor" place="unspecified" anchored="true">Homer. Z 486</note> 
<milestone unit="tlnum" n="15"/> </l><l>οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,</l><l> μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι </l><l>ἀνδρῶν, </l><l>οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα </l><l>γένηται</l></quote> 
<milestone unit="tlnum" n="20"/> ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι 
<milestone unit="stephpage" xml:id="stephpage-118b" n="118b"/> <quote rend="blockquote"><l>γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ</l><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 128</note></quote> </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">ταῦτα πρὸ διανοίας λαβόντες τῆς ἀπράκτου καὶ κενῆς ἀπαλλαγησόμεθα βαρυπενθείας, ὀλίγου δὴ παντάπασι τοῦ μεταξὺ χρόνου τῆς ζωῆς ὄντος. 
<milestone unit="tlnum" n="25"/> φειστέον οὖν, ὅπως εὔθυμόν τε καὶ ἀπαρενόχλητον τοῦτον ταῖς πενθικαῖς λύπαις διαγάγωμεν, τὰ τοῦ πένθους παράσημα μεθέμενοι καὶ τῆς τοῦ σώματος ἐπιμελείας φροντίσαντες καὶ τῆς τῶν συμβιούντων <pb xml:id="v.1.p.289"/> ἡμῖν σωτηρίας. καλὸν δὲ καὶ μεμνῆσθαι τῶν λόγων, οἷς κατὰ τὸ εἰκὸς ἐχρησάμεθά ποτε πρὸς συγγενεῖς ἢ φίλους ἐν ταῖς παραπλησίοις γενομένους συμφοραῖς, 
<milestone unit="stephpage" xml:id="stephpage-118c" n="118c"/> παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ 
<milestone unit="tlnum" n="5"/> βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, διʼ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύειν <q>παιωνίοις λόγου φαρμάκοις,</q> 
<milestone unit="tlnum" n="10"/> ὡς πάντων μᾶλλον ἢ ἀλυπίας ἀναβολὴν δεῖ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεῖν</foreign>] <foreign xml:lang="grc">δέον</foreign>?</note> ποιεῖσθαι. καίτοι γε τὸν ἐν ὁτῳοῦν <q>ἀμβολιεργὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀμβολιεργὸν</foreign>] Hesiod. OD 414</note> ἄταις</q> φησὶ <q>παλαίειν,</q> τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν 
<milestone unit="stephpage" xml:id="stephpage-118d" n="118d"/> ἔπος· πολὺ δʼ οἶμαι μᾶλλον τὸν ὑπερτιθέμενον τὰ τῆς ψυχῆς ἀχθεινὰ πάθη καὶ δυσάντητα πρὸς τὸν 
<milestone unit="tlnum" n="15"/> ἐπιόντα χρόνον. </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θανάτους καὶ</foreign> W: <foreign xml:lang="grc">θανάτους</foreign> </note> πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ - Ἀθηναῖον</foreign>] fort. supplendum <foreign xml:lang="grc">καὶ Περικλέα τὸν Ὀλύμπιον καὶ Ξενοφῶντα τὸν Σωκρατικὸν καὶ Δημοσθένη τὸν Ἀθηναῖον</foreign></note> καὶ Δίωνα 
<milestone unit="tlnum" n="20"/> τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθʼ ἡμᾶς. τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-118e" n="118e"/> περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖν <q>ᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> H</note> <pb xml:id="v.1.p.290"/> υἱόν</q>. Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, 
<milestone unit="tlnum" n="5"/> ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτως <q>τῶν γὰρ υἱέων νεηνιέων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νεηνείων</foreign> H: <foreign xml:lang="grc">νεηνιῶν</foreign> </note> ἐόντων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐόντων</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ὄντων</foreign></note> καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῇσι</foreign> H: <foreign xml:lang="grc">ταῖς</foreign> </note> πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν 
<milestone unit="stephpage" xml:id="stephpage-118f" n="118f"/> ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν 
<milestone unit="tlnum" n="10"/> τοῖσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῖσι</foreign> H: <foreign xml:lang="grc">τοῖς</foreign> </note> πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρέων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁρέων</foreign> H: <foreign xml:lang="grc">ὁρῶν</foreign> </note> τὰ ἑωυτοῦ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑωυτοῦ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἑαυτοῦ</foreign>. item lin. 13</note> πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνδρήιον ἐδόκεε</foreign> H: <foreign xml:lang="grc">ἀνδρεῖον ἐδόκει</foreign> </note> εἶναι καὶ ἑωυτοῦ κρέσσω,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κρέσσω</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κρείσσω</foreign></note> κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίην</q> τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων 
<milestone unit="tlnum" n="15"/> τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν <q>βουλὰς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βουλάς</foreign>] Homer. B 273</note> τʼ ἐξάρχοντʼ ἀγαθὰς</q> πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν 
<milestone unit="tlnum" n="20"/> ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι ὁ υἱὸς αὐτοῦ Γρύλλος 
<milestone unit="stephpage" xml:id="stephpage-119a" n="119a"/> ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε. τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="lat">ita scripsi pro </foreign><foreign xml:lang="grc">διαστήσαντα</foreign></note> 
<milestone unit="tlnum" n="25"/> χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος <pb xml:id="v.1.p.291"/> παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτι <q>θεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign> H: <foreign xml:lang="grc">ὅτι</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, ὃ δὴ καὶ γέγονεν.</q> 
<milestone unit="stephpage" xml:id="stephpage-119b" n="119b"/> Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ 
<milestone unit="tlnum" n="10"/> καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν. τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, 
<milestone unit="tlnum" n="15"/> τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχίνης</foreign>] adv. Ctesiph. p. 64, 38</note> κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. <q>ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, 
<milestone unit="stephpage" xml:id="stephpage-119c" n="119c"/> πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει 
<milestone unit="tlnum" n="20"/> καὶ παρενόμει,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρενόμει</foreign> Aeschines: <foreign xml:lang="grc">παρηνόμει</foreign> </note> τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας.</q> οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι 
<milestone unit="tlnum" n="25"/> πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον. Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην <pb xml:id="v.1.p.292"/> μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα 
<milestone unit="stephpage" xml:id="stephpage-119d" n="119d"/> προσειπεῖν <q>ὦ Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign>] <foreign xml:lang="grc">ἐπὶ</foreign> H</note> τοὺς 
<milestone unit="tlnum" n="5"/> πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζων</q> Τούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δʼ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς. 
<milestone unit="tlnum" n="10"/> πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάντων</foreign> R: <foreign xml:lang="grc">παντὸς</foreign> </note> ἀνιαροτάτου 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-119e" n="119e"/> πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ 
<milestone unit="tlnum" n="20"/> πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ <quote rend="blockquote"><l>ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος </l><note resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 105</note></quote> ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-119f" n="119f"/>μοίραις,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μοίραις</foreign>] <foreign xml:lang="grc">Μούσαις</foreign> Madvigius </note> καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον· τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν <pb xml:id="v.1.p.293"/> ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως 
<milestone unit="tlnum" n="5"/> τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν. ἀλλʼ ἄωρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄωρος</foreign> Didotiana: <foreign xml:lang="grc">ἀώρως</foreign> </note> ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν· 
<milestone unit="stephpage" xml:id="stephpage-120a" n="120a"/> <quote rend="blockquote"><l>ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνον<note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 524</note> 
<milestone unit="tlnum" n="10"/> </l><l> μόρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχει μόνον μόρος</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἔχει πόνος</foreign></note> γεγώς.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γεγώς</foreign> Nauckius: <foreign xml:lang="grc">ἐγώ σʼ</foreign> </note> </l></quote> οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ 
<milestone unit="tlnum" n="15"/> σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, 
<milestone unit="stephpage" xml:id="stephpage-120b" n="120b"/> πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως 
<milestone unit="tlnum" n="20"/> χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔκ του</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἐκ τοῦ</foreign></note> συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν 
<milestone unit="tlnum" n="25"/> τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν <pb xml:id="v.1.p.294"/> ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ 
<milestone unit="stephpage" xml:id="stephpage-120c" n="120c"/> διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν 
<milestone unit="tlnum" n="5"/> σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται. </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πινδάρου</foreign>] Bergk. 1 p. 425</note> ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου, <quote rend="blockquote"><l> τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα 
<milestone unit="tlnum" n="10"/> </l><l> κάτω, </l><l>φοινικορόδοις ἐν λειμώνεσσι προάστιον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προάστιον</foreign> G. Hermannus: <foreign xml:lang="grc">προάστειον</foreign> </note> αὐτῶν</l><note resp="editor" place="unspecified" anchored="true">ita p. 1130 c: <foreign xml:lang="grc">φοινικορόδιαί τε λειμῶνες</foreign> </note><l> καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χρυσέοις καρποῖς</foreign> Boeckhius</note> βεβριθός.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βεβριθός</foreign> R: <foreign xml:lang="grc">βέβριθε</foreign> </note> </l><l>καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τε</foreign> Hermannus</note> τοὶ δὲ πεσσοῖς, </l><l>τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν 
<milestone unit="tlnum" n="15"/> </l><l>εὐανθὴς ἅπας τέθαλεν<note resp="editor" place="unspecified" anchored="true">idem: <foreign xml:lang="grc">τέθηλεν</foreign> </note> ὄλβος, </l><l>ὀδμὰ δʼ ἐρατὸν<note resp="editor" place="unspecified" anchored="true">Xylander: <foreign xml:lang="grc">ἐρατῶν</foreign> </note> κατὰ χῶρον κίδναται </l><l>αἰεὶ<note resp="editor" place="unspecified" anchored="true">Boeckhius: <foreign xml:lang="grc">ἀεὶ</foreign> </note> θύα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θύα</foreign> Hermannus: <foreign xml:lang="grc">θύματα</foreign> </note> μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα </l><l>θεῶν ἐπὶ βωμοῖς.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-120d" n="120d"/> καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς 
<milestone unit="tlnum" n="20"/> λέγων φησὶν <quote rend="blockquote"><l>ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.</l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 427</note><l> καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, </l><l>ζωὸν δʼ ἔτι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ζωὸν δ’ ἔτι</foreign> vit. Rom. c. 28: <foreign xml:lang="grc">ζῶν δὲ</foreign> </note> λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ </l><l> ἐστι μόνον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐστι μόνον</foreign> ibidem: <foreign xml:lang="grc">μόνον ἐστί</foreign> </note> <pb xml:id="v.1.p.295"/> </l><l> ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ </l><l> εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις </l><l> δείκνυσι τερπνῶν ἐφέρποισαν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐφέρποισαν</foreign> Boeckhius: <foreign xml:lang="grc">ἐφέρπουσαν</foreign> </note> χαλεπῶν τε κρίσιν.</l></quote> </p></div></div></body></text></TEI>