<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="30"><p rend="indent">οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ 
<milestone unit="tlnum" n="25"/> ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γενέσθαι</foreign> H: <foreign xml:lang="grc">γίνεσθαι</foreign> </note> νομίζουσι. <pb xml:id="v.1.p.286"/> διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι <quote rend="blockquote"><l> θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί</l><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σὺ σοὶ</foreign> R ex Soph. OR 379: <foreign xml:lang="grc">αὑτῷ σὺ σοὶ</foreign> </note></quote> 
<milestone unit="tlnum" n="5"/> καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον. ἐὰν μὲν γὰρ ἐν 
<milestone unit="stephpage" xml:id="stephpage-117b" n="117b"/> ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες <quote rend="blockquote"><l>δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια </l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 453</note><l>μήτηρ </l><l>ὄσσε καθαιρήσουσιν</l></quote> 
<milestone unit="tlnum" n="10"/> ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πατρίδος</foreign> del. R</note> παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐφέντος</foreign> corr. H</note> ἐὰν 
<milestone unit="tlnum" n="15"/> δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν <quote rend="blockquote"><l>οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί<note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 744</note> 
<milestone unit="stephpage" xml:id="stephpage-117c" n="117c"/> </l><l>μεμνῄμην</l></quote> ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν 
<milestone unit="tlnum" n="20"/> ὥσπερ ὑπέκκαυμα τῆς λύπης. ἐὰν ταχέως, ὀδύρονται λέγοντες <q>ἀνηρπάσθη.</q> ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τιμωρηθεὶς</foreign>] <foreign xml:lang="grc">ταλαιπωρηθεὶς</foreign>?</note> ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ 
<milestone unit="tlnum" n="25"/> μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων <pb xml:id="v.1.p.287"/> <quote rend="blockquote"><l>ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων,</l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ψ</foreign> 222</note><l> νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας </l><l>ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε</l><note resp="editor" place="unspecified" anchored="true">id. P 37. Versum del. H</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-117d" n="117d"/> καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, 
<milestone unit="tlnum" n="5"/> ἀλλʼ ὅρα τὸ ἑξῆς <quote rend="blockquote"><l> μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.</l><note resp="editor" place="unspecified" anchored="true">id. I 482</note></quote> </p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους; 
<milestone unit="tlnum" n="10"/> ὅθεν οὐδὲν φευκτὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φευκτὸν</foreign>] <foreign xml:lang="grc">ἀπευκτὸν</foreign> H</note> νομιστέον αὐτοὺς πάσχειν <quote rend="blockquote"> (<l>δεινὸν γὰρ οὐδὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεινὸν γὰρ οὐδὲν</foreign> Clemens Strom. IV p. 587 (Nauck. p. 468, 757, 9): <foreign xml:lang="grc">οὐδὲν γὰρ δεινὸν</foreign> </note> τῶν ἀναγκαίων βροτοῖς</l> </quote> οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων 
<milestone unit="stephpage" xml:id="stephpage-117e" n="117e"/> οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, 
<milestone unit="tlnum" n="15"/> καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι. πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν 
<milestone unit="tlnum" n="20"/> ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι· καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος 
<milestone unit="stephpage" xml:id="stephpage-117f" n="117f"/> πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν 
<milestone unit="tlnum" n="25"/> κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς <pb xml:id="v.1.p.288"/>, καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς 
<milestone unit="tlnum" n="5"/> τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ 
<milestone unit="stephpage" xml:id="stephpage-118a" n="118a"/> κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διὰ τῆς</foreign>] <foreign xml:lang="grc">διὰ</foreign> H</note> 
<milestone unit="tlnum" n="10"/> τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί <quote rend="blockquote"><l>δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ<note resp="editor" place="unspecified" anchored="true">Homer. Z 486</note> 
<milestone unit="tlnum" n="15"/> </l><l>οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,</l><l> μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι </l><l>ἀνδρῶν, </l><l>οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα </l><l>γένηται</l></quote> 
<milestone unit="tlnum" n="20"/> ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι 
<milestone unit="stephpage" xml:id="stephpage-118b" n="118b"/> <quote rend="blockquote"><l>γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ</l><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 128</note></quote> </p></div></div></body></text></TEI>