<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="28"><p rend="indent">οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν 
<milestone unit="tlnum" n="25"/> ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων <pb xml:id="v.1.p.283"/> ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ 
<milestone unit="tlnum" n="5"/> δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. 
<milestone unit="stephpage" xml:id="stephpage-116a" n="116a"/> ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν 
<milestone unit="tlnum" n="10"/>Εὐριπίδης,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Phoen. 555</note> <q>τὰ χρήματα</q> οὐκ <q>ἴδια κέκτηνται βροτοί,</q> ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ <quote rend="blockquote"><l> τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα.</l><note resp="editor" place="unspecified" anchored="true">ibid. 556</note><l> ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν.</l></quote> 
<milestone unit="tlnum" n="15"/> οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116b" n="116b"/> εἰκότως ἄν τις εἴποι <q>ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι;</q> τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρὰ καταθεμένοις</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">παρακαταθεμένοις</foreign></note> θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ 
<milestone unit="tlnum" n="25"/> τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν <pb xml:id="v.1.p.284"/> πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116c" n="116c"/> ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ <quote rend="blockquote"><l>θαλέθοντι βίῳ </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 720. Nauck. p. 697</note><l>βλάσταις τε τέκνων βριθομένα γλυκερὸν </l><l>φάος ὁρῶσα</l></quote> 
<milestone unit="tlnum" n="10"/> τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα 
<milestone unit="tlnum" n="15"/> πρὸς τὸν βίον, τὸ <q>γνῶθι σαυτὸν</q> καὶ τὸ μηδὲν 
<milestone unit="stephpage" xml:id="stephpage-116d" n="116d"/> <q>ἄγαν·</q> ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν 
<milestone unit="tlnum" n="20"/> ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως <quote rend="blockquote"><l>τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 576</note><l>ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν,</l></quote> ὁ δὲ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 453</note> 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν </l><l> περισσῶς</l></quote> </p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα <pb xml:id="v.1.p.285"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116e" n="116e"/>  παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ 
<milestone unit="tlnum" n="5"/> διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης 
<milestone unit="tlnum" n="10"/> μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες <quote rend="blockquote"><l>ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν,<note resp="editor" place="unspecified" anchored="true">Carm. Aur. 17</note> 
<milestone unit="stephpage" xml:id="stephpage-116f" n="116f"/> </l><l>ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει</l></quote> καὶ ὁ τραγικὸς Αἰσχύλος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 543</note> 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν </l><l>κἀν τοῖσι δεινοῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λἀν τοῖς κακίστοις</foreign></note> μὴ τεθυμῶσθαι θεοῖς</l></quote> καὶ ὁ Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπιδης</foreign>] Nauck. p. 524</note> <quote rend="blockquote"><l> ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν </l><note resp="editor" place="unspecified" anchored="true">id. p. 412</note><l> σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται</l></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ ἐν ἄλλοις <quote rend="blockquote"><l>τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, 
<milestone unit="stephpage" xml:id="orgpage-117a" n="117a"/> </l><l>ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ</l></quote> </p></div></div></body></text></TEI>