οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, Εὐριπίδης ] Phoen. 555 τὰ χρήματα οὐκ ἴδια κέκτηνται βροτοί, ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα. ibid. 556 ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν. οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποι ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι; τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις παρὰ καταθεμένοις scripsi : παρακαταθεμένοις θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ θαλέθοντι βίῳ Bergk. 3 p. 720. Nauck. p. 697 βλάσταις τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸ γνῶθι σαυτὸν καὶ τὸ μηδὲν ἄγαν· ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, Nauck. p. 576 ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν, ὁ δὲ Πίνδαρος Πίνδαρος ] Bergk. 1 p. 453 σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, Carm. Aur. 17 ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει καὶ ὁ τραγικὸς Αἰσχύλος Αἰσχύλος ] Nauck. p. 543 ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς λἀν τοῖς κακίστοις μὴ τεθυμῶσθαι θεοῖς καὶ ὁ Εὐριπίδης Εὐριπιδης ] Nauck. p. 524 ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν id. p. 412 σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται καὶ ἐν ἄλλοις τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ