<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent">διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τύχην</foreign> W: <foreign xml:lang="grc">ψυχὴν</foreign> </note> λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη 
<milestone unit="tlnum" n="5"/> συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> μυρομένοισι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Μυρομένοισι</foreign>] <foreign xml:lang="grc">Ψ</foreign> 109. <foreign xml:lang="grc">α</foreign> 423. <foreign xml:lang="grc">ς</foreign> 305</note> δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε.</l></quote> διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ <q>τί 
<milestone unit="stephpage" xml:id="stephpage-114f" n="114f"/> δέ; παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου;</q> τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν 
<milestone unit="tlnum" n="15"/> ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς 
<milestone unit="tlnum" n="20"/> ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως 
<milestone unit="stephpage" xml:id="stephpage-115a" n="115a"/> ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ μὲν</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> H</note> γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι 
<milestone unit="tlnum" n="25"/> ἀγένητον. οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐῶν τῶν</foreign>] <foreign xml:lang="grc">τῶν αὐτῶν</foreign>?</note> ἔργων. τί οὖν; <pb xml:id="v.1.p.281"/> ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι <q>πλείη<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πλείη</foreign>] Hesiod. OD 101</note> μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα</q> καὶ τὰ <quote rend="blockquote"><l> τοιάδε θνητοῖσι κακὰ κακῶν<note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 689</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ 
<milestone unit="stephpage" xml:id="stephpage-115b" n="115b"/> </l><l>αἰθέρι;</l></quote> </p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Κράντωρ</foreign> Mullach. 3 p. 149</note> οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν 
<milestone unit="tlnum" n="10"/> τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δʼ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ Περὶ ψυχῆς ταυτί. 
<milestone unit="tlnum" n="15"/> <q>διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας 
<milestone unit="stephpage" xml:id="stephpage-115c" n="115c"/> νομίζειν καὶ τὸ ψεύσασθαί τι κατʼ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἡγούμεθα ὡς κατὰ βελτιόνων</foreign> corr. H</note> καὶ κρειττόνων ἤδη γεγονότων. καὶ 
<milestone unit="tlnum" n="20"/> ταῦθʼ οὕτως ἀρχαῖα καὶ παλαιὰ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παλαιὰ</foreign> Sauppius: <foreign xml:lang="grc">παλαιὰ διατελεῖ νενομισμένα</foreign> </note> παρʼ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διατελεῖ</foreign> idem: <foreign xml:lang="grc">τυγχάνουσι διὰ τέλους οὑτω</foreign> </note> νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὂν</foreign> Halmius: <foreign xml:lang="grc">ἔν</foreign> </note> τοῖς ἀνθρώποις ὁρᾷς καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ὡς</foreign></note> ἐκ πολλῶν ἐτῶν 
<milestone unit="tlnum" n="25"/> περιφέρεται θρυλούμενον.</q> <q>τί τοῦτʼ;</q> ἔφη. κἀκεῖνος <pb xml:id="v.1.p.282"/> ὑπολαβών <q>ὡς ἄρα μὴ γενέσθαι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γενέσθαι</foreign><foreign xml:lang="lat"><foreign xml:lang="lat">scripsi</foreign></foreign>: <foreign xml:lang="grc">γίνεσθαι</foreign></note> μέν</q> ἔφη <q>ἄριστον 
<milestone unit="stephpage" xml:id="stephpage-115d" n="115d"/> πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς· οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν 
<milestone unit="tlnum" n="5"/> θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτʼ ἐστὶ τὸ βέλτιστον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βέλτιστον</foreign> Meziriacus: <foreign xml:lang="grc">βέλτιον</foreign> </note> τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως·<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀρρήκτως</foreign> R: <foreign xml:lang="grc">ἀρρήτως</foreign> </note> ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο 
<milestone unit="tlnum" n="10"/> φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖν <q>δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἅ ὑμῖν 
<milestone unit="stephpage" xml:id="stephpage-115e" n="115e"/> ἄρειον μὴ γνῶναι; μετʼ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν 
<milestone unit="tlnum" n="15"/> οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως (ἄριστον ἄρα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄρα</foreign> Bernaysius: <foreign xml:lang="grc">γὰρ</foreign> </note> πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι)· τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνθρώπῳ ἀνυστῶν</foreign> R: <foreign xml:lang="grc">ἄλλων ἀυστὸν</foreign> </note> δεύτερον δέ,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεύτερον δὲ</foreign> del. H</note> τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα.</q> δῆλον οὖν 
<milestone unit="tlnum" n="20"/> ὡς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">ὅτι ὡς</foreign> R</note> οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατο</q> μυρία δʼ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον· ἀλλʼ οὐκ ἀναγκαῖον μακρηγορεῖν. 
<milestone unit="stephpage" xml:id="stephpage-115f" n="115f"/> </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν 
<milestone unit="tlnum" n="25"/> ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων <pb xml:id="v.1.p.283"/> ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ 
<milestone unit="tlnum" n="5"/> δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. 
<milestone unit="stephpage" xml:id="stephpage-116a" n="116a"/> ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν 
<milestone unit="tlnum" n="10"/>Εὐριπίδης,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Phoen. 555</note> <q>τὰ χρήματα</q> οὐκ <q>ἴδια κέκτηνται βροτοί,</q> ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ <quote rend="blockquote"><l> τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα.</l><note resp="editor" place="unspecified" anchored="true">ibid. 556</note><l> ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν.</l></quote> 
<milestone unit="tlnum" n="15"/> οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116b" n="116b"/> εἰκότως ἄν τις εἴποι <q>ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι;</q> τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρὰ καταθεμένοις</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">παρακαταθεμένοις</foreign></note> θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ 
<milestone unit="tlnum" n="25"/> τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν <pb xml:id="v.1.p.284"/> πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116c" n="116c"/> ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ <quote rend="blockquote"><l>θαλέθοντι βίῳ </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 720. Nauck. p. 697</note><l>βλάσταις τε τέκνων βριθομένα γλυκερὸν </l><l>φάος ὁρῶσα</l></quote> 
<milestone unit="tlnum" n="10"/> τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα 
<milestone unit="tlnum" n="15"/> πρὸς τὸν βίον, τὸ <q>γνῶθι σαυτὸν</q> καὶ τὸ μηδὲν 
<milestone unit="stephpage" xml:id="stephpage-116d" n="116d"/> <q>ἄγαν·</q> ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν 
<milestone unit="tlnum" n="20"/> ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως <quote rend="blockquote"><l>τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 576</note><l>ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν,</l></quote> ὁ δὲ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 453</note> 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν </l><l> περισσῶς</l></quote> </p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα <pb xml:id="v.1.p.285"/> 
<milestone unit="stephpage" xml:id="stephpage-116e" n="116e"/>  παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ 
<milestone unit="tlnum" n="5"/> διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης 
<milestone unit="tlnum" n="10"/> μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες <quote rend="blockquote"><l>ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν,<note resp="editor" place="unspecified" anchored="true">Carm. Aur. 17</note> 
<milestone unit="stephpage" xml:id="stephpage-116f" n="116f"/> </l><l>ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει</l></quote> καὶ ὁ τραγικὸς Αἰσχύλος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 543</note> 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν </l><l>κἀν τοῖσι δεινοῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λἀν τοῖς κακίστοις</foreign></note> μὴ τεθυμῶσθαι θεοῖς</l></quote> καὶ ὁ Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπιδης</foreign>] Nauck. p. 524</note> <quote rend="blockquote"><l> ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν </l><note resp="editor" place="unspecified" anchored="true">id. p. 412</note><l> σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται</l></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ ἐν ἄλλοις <quote rend="blockquote"><l>τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, 
<milestone unit="stephpage" xml:id="orgpage-117a" n="117a"/> </l><l>ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ</l></quote> </p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent">οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ 
<milestone unit="tlnum" n="25"/> ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γενέσθαι</foreign> H: <foreign xml:lang="grc">γίνεσθαι</foreign> </note> νομίζουσι. <pb xml:id="v.1.p.286"/> διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι <quote rend="blockquote"><l> θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί</l><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σὺ σοὶ</foreign> R ex Soph. OR 379: <foreign xml:lang="grc">αὑτῷ σὺ σοὶ</foreign> </note></quote> 
<milestone unit="tlnum" n="5"/> καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον. ἐὰν μὲν γὰρ ἐν 
<milestone unit="stephpage" xml:id="stephpage-117b" n="117b"/> ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες <quote rend="blockquote"><l>δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια </l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 453</note><l>μήτηρ </l><l>ὄσσε καθαιρήσουσιν</l></quote> 
<milestone unit="tlnum" n="10"/> ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πατρίδος</foreign> del. R</note> παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐφέντος</foreign> corr. H</note> ἐὰν 
<milestone unit="tlnum" n="15"/> δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν <quote rend="blockquote"><l>οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί<note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 744</note> 
<milestone unit="stephpage" xml:id="stephpage-117c" n="117c"/> </l><l>μεμνῄμην</l></quote> ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν 
<milestone unit="tlnum" n="20"/> ὥσπερ ὑπέκκαυμα τῆς λύπης. ἐὰν ταχέως, ὀδύρονται λέγοντες <q>ἀνηρπάσθη.</q> ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τιμωρηθεὶς</foreign>] <foreign xml:lang="grc">ταλαιπωρηθεὶς</foreign>?</note> ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ 
<milestone unit="tlnum" n="25"/> μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων <pb xml:id="v.1.p.287"/> <quote rend="blockquote"><l>ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων,</l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ψ</foreign> 222</note><l> νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας </l><l>ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε</l><note resp="editor" place="unspecified" anchored="true">id. P 37. Versum del. H</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-117d" n="117d"/> καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, 
<milestone unit="tlnum" n="5"/> ἀλλʼ ὅρα τὸ ἑξῆς <quote rend="blockquote"><l> μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.</l><note resp="editor" place="unspecified" anchored="true">id. I 482</note></quote> </p></div></div></body></text></TEI>