διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην τύχην W: ψυχὴν λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν μυρομένοισι Μυρομένοισι ] Ψ 109. α 423. ς 305 δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε. διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ τί δέ; παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου; τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν τὸ μὲν ] τὸ H γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον. οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν αὐῶν τῶν ] τῶν αὐτῶν ? ἔργων. τί οὖν; ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι πλείη πλείη ] Hesiod. OD 101 μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα καὶ τὰ τοιάδε θνητοῖσι κακὰ κακῶν Bergk. 3 p. 689 ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ αἰθέρι; πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, Κράντωρ Mullach. 3 p. 149 οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δʼ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ Περὶ ψυχῆς ταυτί. διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατʼ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα ἡγούμεθα ὡς κατὰ βελτιόνων corr. H καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθʼ οὕτως ἀρχαῖα καὶ παλαιὰ παλαιὰ Sauppius: παλαιὰ διατελεῖ νενομισμένα παρʼ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ διατελεῖ idem: τυγχάνουσι διὰ τέλους οὑτω νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν ὂν Halmius: ἔν τοῖς ἀνθρώποις ὁρᾷς καὶ καὶ scripsi : ὡς ἐκ πολλῶν ἐτῶν περιφέρεται θρυλούμενον. τί τοῦτʼ; ἔφη. κἀκεῖνος ὑπολαβών ὡς ἄρα μὴ γενέσθαι γενέσθαι scripsi : γίνεσθαι μέν ἔφη ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς· οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτʼ ἐστὶ τὸ βέλτιστον βέλτιστον Meziriacus: βέλτιον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως· ἀρρήκτως R: ἀρρήτως ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖν δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἅ ὑμῖν ἄρειον μὴ γνῶναι; μετʼ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως (ἄριστον ἄρα ἄρα Bernaysius: γὰρ πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι)· τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν, ἀνθρώπῳ ἀνυστῶν R: ἄλλων ἀυστὸν δεύτερον δέ, δεύτερον δὲ del. H τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν ὡς ὡς ] ὅτι ὡς R οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατο μυρία δʼ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον· ἀλλʼ οὐκ ἀναγκαῖον μακρηγορεῖν. οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, Εὐριπίδης ] Phoen. 555 τὰ χρήματα οὐκ ἴδια κέκτηνται βροτοί, ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα. ibid. 556 ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν. οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποι ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι; τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις παρὰ καταθεμένοις scripsi : παρακαταθεμένοις θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν. εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ θαλέθοντι βίῳ Bergk. 3 p. 720. Nauck. p. 697 βλάσταις τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸ γνῶθι σαυτὸν καὶ τὸ μηδὲν ἄγαν· ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, Nauck. p. 576 ἔργον δʼ ὅσον Ζεὺς μόνος· ἐπίσταται θεῶν, ὁ δὲ Πίνδαρος Πίνδαρος ] Bergk. 1 p. 453 σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, Carm. Aur. 17 ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει καὶ ὁ τραγικὸς Αἰσχύλος Αἰσχύλος ] Nauck. p. 543 ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς λἀν τοῖς κακίστοις μὴ τεθυμῶσθαι θεοῖς καὶ ὁ Εὐριπίδης Εὐριπιδης ] Nauck. p. 524 ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν id. p. 412 σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται καὶ ἐν ἄλλοις τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι γενέσθαι H: γίνεσθαι νομίζουσι. διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί σὺ σοὶ R ex Soph. OR 379: αὑτῷ σὺ σοὶ καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον. ἐὰν μὲν γὰρ ἐν ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια Homer. Λ 453 μήτηρ ὄσσε καθαιρήσουσιν ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος πατρίδος del. R παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος. ἐφέντος corr. H ἐὰν δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί Homer. Ω 744 μεμνῄμην ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης. ἐὰν ταχέως, ὀδύρονται λέγοντες ἀνηρπάσθη. ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς τιμωρηθεὶς ] ταλαιπωρηθεὶς ? ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, Homer. Ψ 222 νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε id. P 37. Versum del. H καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, ἀλλʼ ὅρα τὸ ἑξῆς μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι. id. I 482