<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="24"><p rend="indent">δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως <pb xml:id="v.1.p.278"/> 
<milestone unit="stephpage" xml:id="stephpage-113f" n="113f"/> ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κἂν Πρίαμος</foreign><foreign xml:lang="lat">addidi</foreign>. Auditur <foreign xml:lang="grc">μεῖον ἐδάκρυσεν</foreign></note> Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει. οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν 
<milestone unit="tlnum" n="5"/> ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν <quote rend="blockquote"><l>ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς </l><l>Τρῶας<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Τρωάς</foreign> Homer. X 56: <foreign xml:lang="grc">τρωῖάδας</foreign> </note> καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς </l><l>Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς; 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-114a" n="114a"/> </l><l>πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον, </l><l>δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος </l><l>οὐδῷ </l><l>αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα, </l><l>υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας, 
<milestone unit="tlnum" n="15"/> </l><l> καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα</l><l> βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι, </l><l>ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. </l><l>αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι</l><l> ὠμησταὶ ἐρύωσιν,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐρύουσιν</foreign> idem: <foreign xml:lang="grc">ἐρύωσιν</foreign> aut <foreign xml:lang="grc">ἐρύσωσιν</foreign> Vs. 24 - 26 del. H</note> ἐπεὶ κέ τις ὀξέι χαλκῷ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-114b" n="114b"/> </l><l>τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται.</l><l> ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον </l><l>αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος, </l><l>τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. </l><l>ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο 
<milestone unit="tlnum" n="25"/> </l><l> χερσί, </l><l> τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν.</l></quote> <pb xml:id="v.1.p.279"/> Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, 
<milestone unit="stephpage" xml:id="stephpage-114c" n="114c"/> πάντως ἂν ἐπειράθησαν. ἃ φειδόμενος τῆς τοῦ 
<milestone unit="tlnum" n="5"/> λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ μετρίου</foreign>] <foreign xml:lang="grc">μέτρου</foreign> H</note> πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent">τὸ γὰρ μὴ διʼ αὑτὸν κακῶς πράττειν ὁ μὲν 
<milestone unit="tlnum" n="10"/>Κράντωρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Κράντωρ</foreign>] Mullach. 3 p. 149</note> φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δʼ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον. τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλʼ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δʼ ἐστὶ τοῖς ἀφῃρημένοις 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-114d" n="114d"/> ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή. οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλʼ ὕμνων καὶ παιάνων,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παιάνων</foreign> Lennepius: <foreign xml:lang="grc">ἐπαίνων</foreign> </note> οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλʼ ἐτείων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐτείων</foreign> Toupius: <foreign xml:lang="grc">ἀστείων</foreign> </note> ἀπαρχῶν, εἴ γʼ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ 
<milestone unit="tlnum" n="20"/> σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βίον</foreign>] <foreign xml:lang="grc">μίτον</foreign> H</note> ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθʼ ἕκαστον 
<milestone unit="tlnum" n="25"/> ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους. <pb xml:id="v.1.p.280"/> 
<milestone unit="stephpage" xml:id="stephpage-114e" n="114e"/> </p></div></div></body></text></TEI>