δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν κἂν Πρίαμος addidi . Auditur μεῖον ἐδάκρυσεν Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει. οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας Τρωάς Homer. X 56: τρωῖάδας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς; πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον, δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα, υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι, ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι ὠμησταὶ ἐρύωσιν, ἐρύουσιν idem: ἐρύωσιν aut ἐρύσωσιν Vs. 24 - 26 del. H ἐπεὶ κέ τις ὀξέι χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσί, τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν. Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν. ἃ φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου καὶ μετρίου ] μέτρου H πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι. τὸ γὰρ μὴ διʼ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ Κράντωρ ] Mullach. 3 p. 149 φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δʼ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον. τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλʼ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δʼ ἐστὶ τοῖς ἀφῃρημένοις ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή. οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλʼ ὕμνων καὶ παιάνων, παιάνων Lennepius: ἐπαίνων οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλʼ ἐτείων ἐτείων Toupius: ἀστείων ἀπαρχῶν, εἴ γʼ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, βίον ] μίτον H ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθʼ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους.