<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="22"><p rend="indent">διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 604 b</note> ἔοικε παραινεῖν 
<milestone unit="tlnum" n="10"/> ἐν <q>ταῖς</q> τοιαύταις <q>συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, 
<milestone unit="stephpage" xml:id="stephpage-112f" n="112f"/> οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι· ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει 
<milestone unit="tlnum" n="15"/> κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βέλτιστ’ ἂν</foreign> Plato: <foreign xml:lang="grc">βέλτιστα</foreign> </note> ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν 
<milestone unit="tlnum" n="20"/> τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.</q> Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν 
<milestone unit="stephpage" xml:id="stephpage-113a" n="113a"/> βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον 
<milestone unit="tlnum" n="25"/> ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐλευθερίου</foreign> Hertlinus: <foreign xml:lang="grc">ἐλευθέρου</foreign> </note> <pb xml:id="v.1.p.276"/> μεταπεποιημένοις. θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν· γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν 
<milestone unit="tlnum" n="5"/> βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι. 
<milestone unit="stephpage" xml:id="stephpage-113b" n="113b"/> τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς 
<milestone unit="tlnum" n="10"/> καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου. Ἴων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἰων</foreign>] Nauck. p. 576</note> γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς </l><l>παίδων, βόθρους λιποῦσα πενθητηρίους </l></quote> τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν 
<milestone unit="tlnum" n="20"/> ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας. 
<milestone unit="stephpage" xml:id="stephpage-113c" n="113c"/> </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλʼ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι 
<milestone unit="tlnum" n="25"/> τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητος πολιτείας ἀρχῶν (ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς <pb xml:id="v.1.p.277"/> ἐλπίδος), ἀγνοοῦντες ὅτι ὁ ἄωρος θάνατος ὡς πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει. καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται 
<milestone unit="tlnum" n="5"/> οἱ δʼ ἐπακολουθοῦσι, πάντες δʼ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν 
<milestone unit="stephpage" xml:id="stephpage-113d" n="113d"/> πλέον ἔχοντες, τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων. εἴ γε μὴν ὁ ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατος ἂν εἴη ὁ 
<milestone unit="tlnum" n="10"/> τῶν νηπίων καὶ παίδων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ παίδων</foreign> del. H</note> καὶ ἔτι μᾶλλον ὁ τῶν ἄρτι γεγονότων. ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς· διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν 
<milestone unit="tlnum" n="15"/> ἔχειν τὴν τῶν τηλικούτων διαμονήν. εἰ δʼ ὁ τῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτʼ ἄωρον τελευτᾶν ἀλλʼ ἤδη μέτρον ἡλικίας ἔχοντα ἱκανόν· 
<milestone unit="stephpage" xml:id="stephpage-113e" n="113e"/> τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα 
<milestone unit="tlnum" n="20"/> ἢ τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον. εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντως ἂν ἄωρον νομίζοντες εἶναι πρὸς ὀδυρμοὺς 
<milestone unit="tlnum" n="25"/> καὶ θρήνους ἐτραπόμεθα. </p></div></div></body></text></TEI>