<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα <q>πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ 
<milestone unit="tlnum" n="5"/> λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα 
<milestone unit="stephpage" xml:id="stephpage-112c" n="112c"/> σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς 
<milestone unit="tlnum" n="10"/> ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας· καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ 
<milestone unit="tlnum" n="15"/> λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.</q> </p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent"><q>ἀλλʼ οὐ γὰρ ἤλπιζον</q> φησὶ <q>ταῦτα πείσεσθαι, 
<milestone unit="stephpage" xml:id="stephpage-112d" n="112d"/> οὐδὲ προσεδόκων</q> ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα 
<milestone unit="tlnum" n="20"/> καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδῃ</foreign>] auck. p. 381</note> Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν <quote rend="blockquote"><l>ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν 
<milestone unit="tlnum" n="25"/> </l><l>εἰς φροντίδας νοῦν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νοῦν</foreign> Galenus vol. 5 p. 151 Chart.: <foreign xml:lang="grc">εἰς</foreign> </note> συμφορὰς τʼ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τʼ</foreign> idem</note> ἐβαλλόμην, </l><l>φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς </l><l>θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς, <pb xml:id="v.1.p.275"/> </l><l>ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί, 
<milestone unit="stephpage" xml:id="stephpage-112e" n="112e"/> </l><l>μή μοι νεῶρες<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νεωρὲς</foreign> Musgravius: <foreign xml:lang="grc">νεαρὸν</foreign> </note> προσπεσὸν μᾶλλον δάκοι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δάκοι</foreign> Galenus vol. 5 p. 151 Chart.: <foreign xml:lang="grc">δάκῃ</foreign> </note> </l></quote> οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί 
<milestone unit="tlnum" n="5"/> τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀχαιὸν</foreign>] Nauck. p. 587</note> συναλγεῖν, ἀναγκάζοντες. </p></div></div></body></text></TEI>