<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι 
<milestone unit="tlnum" n="10"/> παραμυθίας. θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ <quote rend="blockquote"><l> εἶτʼ εἰ μὲν ᾔδεις ὅττι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅττι</foreign>] <foreign xml:lang="grc">διότι</foreign> Iacobi</note> τοῦτον τὸν βίον, </l><note resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 669 V p. CCCXLVII</note><l>ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, 
<milestone unit="tlnum" n="15"/> </l><l>ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὖ</foreign> H</note> </l><l>οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως </l><l>ὁ θάνατος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ θάνατος</foreign> Meziriacus</note> αὐτὸς σοῦ γέγονεν εὐνούστερος</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-110f" n="110f"/> ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ 
<milestone unit="tlnum" n="20"/> οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος 
<milestone unit="tlnum" n="25"/> ἐτελεύτησε. φησὶ γὰρ οὕτως <pb xml:id="v.1.p.271"/> <quote rend="blockquote"><l>ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν. </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 468</note><l>θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα, </l><l>αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ </l><l>εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γῆν ἀναγκαίως δʼ</foreign> Grotius: <foreign xml:lang="grc">τὴν δ’ ἀναγκαίως</foreign> </note> ἔχει 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-111a" n="111a"/> </l><l>βίον θερίζειν ὥστε κάρπιμον στάχυν, </l><l>καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ </l><l>στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; </l><l>δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς</l></quote> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ 
<milestone unit="tlnum" n="10"/> καὶ πρὸς αὑτὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτὸν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">αὐτὸν</foreign></note> καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ 
<milestone unit="stephpage" xml:id="stephpage-111b" n="111b"/> ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν 
<milestone unit="tlnum" n="15"/> ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων </l><note resp="editor" place="unspecified" anchored="true">Homer. o 245</note><l> παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν</l></quote> τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ 
<milestone unit="stephpage" xml:id="stephpage-111c" n="111c"/> θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα 
<milestone unit="tlnum" n="25"/> τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πλείστας - φορὰς</foreign>] <foreign xml:lang="grc">πλείστην - φορὰν</foreign> H</note> ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς <pb xml:id="v.1.p.272"/> τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον 
<milestone unit="tlnum" n="5"/> δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν 
<milestone unit="tlnum" n="10"/> ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-111d" n="111d"/> δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάντως ἂν</foreign>] <foreign xml:lang="grc">πάντως</foreign> H</note> εὐδαιμονίζεσθαι; μέτρον 
<milestone unit="tlnum" n="15"/> γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος, </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις <q>ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι.</q> τίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς <q>οὐκ 
<milestone unit="tlnum" n="20"/> ἔδει πραχθῆναι</q> πέπρακται καὶ πράττεται καὶ πραχθήσεται 
<milestone unit="stephpage" xml:id="stephpage-111e" n="111e"/> πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς. 
<milestone unit="tlnum" n="25"/> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">τί δʼ; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν ἢ τῶν κατοιχομένων; εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων <pb xml:id="v.1.p.273"/> ἡδονῆς ἢ χρείας ἢ γηροβοσκίας ἐστερήθησαν, φίλαυτος ἡ τῆς λύπης πρόφασις· οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῶν ὠφελείας φανήσονται. εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-111f" n="111f"/> ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν. εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον 
<milestone unit="tlnum" n="10"/> καὶ μέγιστον· εἰ δʼ, ὥσπερ ἡ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν. ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας. φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-112a" n="112a"/> πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸν τὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον. τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν 
<milestone unit="tlnum" n="20"/> δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθος 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-112b" n="112b"/> <q>ἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφʼ ᾧ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ.</q> θαυμασίως δὴ <pb xml:id="v.1.p.274"/> φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα <q>πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ 
<milestone unit="tlnum" n="5"/> λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα 
<milestone unit="stephpage" xml:id="stephpage-112c" n="112c"/> σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς 
<milestone unit="tlnum" n="10"/> ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας· καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ 
<milestone unit="tlnum" n="15"/> λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.</q> </p></div></div></body></text></TEI>