<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ δὲ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 40 c</note> παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, 
<milestone unit="tlnum" n="15"/> καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ 
<milestone unit="tlnum" n="20"/> πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">ν</foreign> 80</note> ἐπʼ αὐτοῦ λέγων <quote rend="blockquote"><l> νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-107e" n="107e"/> ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει <quote rend="blockquote"><l>ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο</l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 231</note></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ <quote rend="blockquote"><l>Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,</l><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 672. 682</note></quote> ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα <pb xml:id="v.1.p.263"/> τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι <q>χάλκεον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χάλκεον</foreign>] Homer. <foreign xml:lang="grc">Λ</foreign> 241</note> ὕπνον,</q> τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν <q>τὸν ὕπνον τὰ μικρὰ τοῦ 
<milestone unit="tlnum" n="5"/> θανάτου μυστήρια·</q> προμύησις γὰρ ὄντως ἐστὶ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-107f" n="107f"/> θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, <q>οὐδέν</q> ἔφη· 
<milestone unit="tlnum" n="10"/> <q>ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει</q><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προλαμβάνει</foreign> Doehnerus: <foreign xml:lang="grc">προλαμβάνει ὁ ὕπνος τὸν θάνατον</foreign> </note> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀγαθόν τοι</foreign>? <foreign xml:lang="grc">τὸ γὰρ ἀδούλωτον τῇ</foreign> Duebnerus: <foreign xml:lang="grc">τοῦτο γὰρ δεδούλωται</foreign> </note> τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-108a" n="108a"/> τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. <q>μυρίας μὲν γὰρ ἡμῖν</q> φησὶν ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Phaed. p. 66 b</note> <q>ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ 
<milestone unit="tlnum" n="20"/> ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα 
<milestone unit="tlnum" n="25"/> καὶ αἱ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign> Plato: <foreign xml:lang="grc">αἱ ἀπὸ</foreign> </note> τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων 
<milestone unit="stephpage" xml:id="stephpage-108b" n="108b"/> κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ <pb xml:id="v.1.p.264"/> χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται 
<milestone unit="tlnum" n="5"/> ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, 
<milestone unit="tlnum" n="10"/> ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-108c" n="108c"/> τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν 
<milestone unit="tlnum" n="15"/> καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα 
<milestone unit="tlnum" n="20"/> μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-108d" n="108d"/> θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, 
<milestone unit="tlnum" n="25"/> μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δʼ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.</q> ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν <pb xml:id="v.1.p.265"/>  ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 29 a</note> πρὸς τοὺς δικαστὰς 
<milestone unit="stephpage" xml:id="stephpage-108e" n="108e"/> τοιαῦτʼ ἔφη <q>τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· 
<milestone unit="tlnum" n="5"/> δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.</q> οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 697</note></quote> ἀλλὰ καὶ κακῶν τῶν μεγίστων. </p></div></div></body></text></TEI>