<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς 
<milestone unit="tlnum" n="5"/> λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι 
<milestone unit="tlnum" n="10"/> τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδης</foreign>] Bergk. 3 p. 407</note> 
<milestone unit="stephpage" xml:id="stephpage-107b" n="107b"/> <quote rend="blockquote"><l>ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι </l><l> δὲ μεληδόνες, </l><l> αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. </l><l>ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· 
<milestone unit="tlnum" n="15"/> </l><l>κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ </l><l>ὅστις τε κακός.</l></quote> Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Pyth. III 81</note> δὲ <quote rend="blockquote"><l>ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δαίονται</foreign> Pindarus: <foreign xml:lang="grc">δαίνυνται</foreign> </note> βροτοῖς. </l><l>ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ 
<milestone unit="tlnum" n="20"/> φέρειν</l></quote> Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck. p. 248</note> δέ <quote rend="blockquote"><l>σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, </l><l>εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;</l></quote> Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Alc. 780</note> δὲ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν; 
<milestone unit="stephpage" xml:id="stephpage-107c" n="107c"/> </l><l>δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου. <pb xml:id="v.1.p.262"/> </l><l>βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, </l><l>κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται </l><l>τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. </l><l>τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.</l></quote> 
<milestone unit="tlnum" n="5"/> τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν; 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-107d" n="107d"/> </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ δὲ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 40 c</note> παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, 
<milestone unit="tlnum" n="15"/> καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ 
<milestone unit="tlnum" n="20"/> πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">ν</foreign> 80</note> ἐπʼ αὐτοῦ λέγων <quote rend="blockquote"><l> νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-107e" n="107e"/> ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει <quote rend="blockquote"><l>ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο</l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 231</note></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ <quote rend="blockquote"><l>Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,</l><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 672. 682</note></quote> ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα <pb xml:id="v.1.p.263"/> τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι <q>χάλκεον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χάλκεον</foreign>] Homer. <foreign xml:lang="grc">Λ</foreign> 241</note> ὕπνον,</q> τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν <q>τὸν ὕπνον τὰ μικρὰ τοῦ 
<milestone unit="tlnum" n="5"/> θανάτου μυστήρια·</q> προμύησις γὰρ ὄντως ἐστὶ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-107f" n="107f"/> θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, <q>οὐδέν</q> ἔφη· 
<milestone unit="tlnum" n="10"/> <q>ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει</q><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προλαμβάνει</foreign> Doehnerus: <foreign xml:lang="grc">προλαμβάνει ὁ ὕπνος τὸν θάνατον</foreign> </note> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀγαθόν τοι</foreign>? <foreign xml:lang="grc">τὸ γὰρ ἀδούλωτον τῇ</foreign> Duebnerus: <foreign xml:lang="grc">τοῦτο γὰρ δεδούλωται</foreign> </note> τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-108a" n="108a"/> τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. <q>μυρίας μὲν γὰρ ἡμῖν</q> φησὶν ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Phaed. p. 66 b</note> <q>ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ 
<milestone unit="tlnum" n="20"/> ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα 
<milestone unit="tlnum" n="25"/> καὶ αἱ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign> Plato: <foreign xml:lang="grc">αἱ ἀπὸ</foreign> </note> τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων 
<milestone unit="stephpage" xml:id="stephpage-108b" n="108b"/> κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ <pb xml:id="v.1.p.264"/> χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται 
<milestone unit="tlnum" n="5"/> ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, 
<milestone unit="tlnum" n="10"/> ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-108c" n="108c"/> τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν 
<milestone unit="tlnum" n="15"/> καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα 
<milestone unit="tlnum" n="20"/> μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-108d" n="108d"/> θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, 
<milestone unit="tlnum" n="25"/> μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δʼ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.</q> ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν <pb xml:id="v.1.p.265"/>  ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 29 a</note> πρὸς τοὺς δικαστὰς 
<milestone unit="stephpage" xml:id="stephpage-108e" n="108e"/> τοιαῦτʼ ἔφη <q>τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· 
<milestone unit="tlnum" n="5"/> δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.</q> οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 697</note></quote> ἀλλὰ καὶ κακῶν τῶν μεγίστων. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. πολλοὺς γὰρ παρειλήφαμεν διʼ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. ὧν τοὺς μὲν ἄλλους 
<milestone unit="tlnum" n="15"/> φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων 
<milestone unit="stephpage" xml:id="stephpage-108f" n="108f"/> καὶ πᾶσι διὰ στόματος. πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης 
<milestone unit="tlnum" n="20"/> τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους· ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δʼ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ 
<milestone unit="tlnum" n="25"/> κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτʼ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς <pb xml:id="v.1.p.266"/> 
<milestone unit="stephpage" xml:id="stephpage-109a" n="109a"/> εὐσεβείας ἀμοιβὴν δωρησαμένης. καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 374</note> τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δʼ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην 
<milestone unit="tlnum" n="5"/> ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δʼ εὐωχεῖσθαι παρακελεύσασθαι· τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι. λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ πυθέσθαι <q>τί 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-109b" n="109b"/> ἄριστόν ἐστιν ἀνθρώποις</q> ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδʼ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετʼ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον 
<milestone unit="tlnum" n="15"/> συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δʼ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πατρὸς</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">πατρὸς καὶ</foreign>, quae del. H</note> Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δʼ ἐξαπίνης 
<milestone unit="tlnum" n="20"/> αἰτίᾳ τινὶ ἀδήλῳ. τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτʼ εἴη φαρμάκοις 
<milestone unit="stephpage" xml:id="stephpage-109c" n="109c"/> ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπʼ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. ἀποροῦντα δʼ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον 
<milestone unit="tlnum" n="25"/>, προθυσάμενον δʼ ὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ ἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ <pb xml:id="v.1.p.267"/> τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. καὶ τὸν <q>ἐπὶ τούτῳ</q> φάναι <q>ἥκω. ἀλλὰ δέξαι παρὰ τοῦδʼ ἅ σοι φέρει, ἐκ γὰρ τούτων ἅπαντʼ εἴσῃ ὧν πέρι 
<milestone unit="tlnum" n="5"/> λυπῇ</q> εἶναι δʼ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον 
<milestone unit="stephpage" xml:id="stephpage-109d" n="109d"/> αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. ἐρέσθαι οὖν ὅστις εἴη. καὶ τὸν φάναι <q>δαίμων τοῦ υἱέος σου,</q> καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν 
<milestone unit="tlnum" n="10"/> ἐγγεγραμμένα τρία ταῦτα <quote rend="blockquote"><l>ἧ που<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἧ που</foreign> Iunius: <foreign xml:lang="grc">ἤρου</foreign> </note> νηπιέῃσιν ἀλύουσιν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νηπιέῃσιν ἀλύουσιν</foreign> H: <foreign xml:lang="grc">ϝήπιε ἠλύσιε</foreign> </note> φρένες ἀνδρῶν. </l><l>Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. </l><l> οὐκ ἦν γὰρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐκ ἦν γὰρ</foreign>] <foreign xml:lang="grc">οὐ γὰρ ἔην</foreign> H <foreign xml:lang="grc">οὐδὲ</foreign> Turnebus: <foreign xml:lang="grc">οὔτε</foreign> </note> ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι.</l></quote> Τοιαῦτα δή σοι καὶ τὰ τῶν διηγημάτων τῶν παρὰ 
<milestone unit="tlnum" n="15"/> τοῖς ἀρχαίοις ἀναγεγραμμένων. 
<milestone unit="stephpage" xml:id="stephpage-109e" n="109e"/> </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν 
<milestone unit="tlnum" n="20"/> γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὥσπερ γὰρ - οὕτως οὐδὲ κακόν</foreign> del. H</note> οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν 
<milestone unit="tlnum" n="25"/> ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς <pb xml:id="v.1.p.268"/> 
<milestone unit="stephpage" xml:id="stephpage-109f" n="109f"/> γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται 
<milestone unit="tlnum" n="5"/> πρὸς ἡμᾶς <quote rend="blockquote"><l>ἄλγος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄλγος</foreign>] Nauck. p. 64</note> γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ. </l><l> τὸ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign>] Eurip. Troad. 636</note> γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω.</l></quote> ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν. ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι 
<milestone unit="tlnum" n="10"/> μὴ γενέσθαι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὴ γενέσθαι</foreign> W: <foreign xml:lang="grc">ἢ μὴ γενέσθαι</foreign> </note> ἢ γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω 
<milestone unit="stephpage" xml:id="stephpage-110a" n="110a"/> κατεσκευάσθη χρόνον. εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ 
<milestone unit="tlnum" n="15"/> τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign>] <foreign xml:lang="grc">δʼ</foreign> coni. H</note> τὸ τοῦ Ἀρκεσιλάου. <q>τοῦτο</q> φησὶ <q>τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ.</q> τῷ γὰρ ὄντι 
<milestone unit="tlnum" n="20"/> πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἐπιχαρμος</foreign>] Mullach. 1 p. 145</note> <q>συνεκρίθη</q> φησὶ <q>καὶ διεκρίθη 
<milestone unit="stephpage" xml:id="stephpage-110b" n="110b"/> καὶ ἀπῆνθεν ὅθεν ἦνθε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπῆνθεν - ἦνθε</foreign> Scaliger: <foreign xml:lang="grc">ἀπῆλθεν - ἦλθε</foreign> </note> πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν.</q> 
<milestone unit="tlnum" n="25"/> ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδῃ</foreign>] Nauck. p. 396</note> περὶ τοῦ Ἡρακλέους λέγων <pb xml:id="v.1.p.269"/> <quote rend="blockquote"><l>εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός </l><l>ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι</l></quote> τοῦτο μεταποιήσας εἴποις ἄν <quote rend="blockquote"><l>εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός 
<milestone unit="tlnum" n="5"/> </l><l>ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι</l></quote> γενναῖον δὲ καὶ τὸ Λακωνικὸν <quote rend="blockquote"><l>νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐθάλεον</foreign> L. Dindorfius: <foreign xml:lang="grc">ἐθάλλεον</foreign> cf. Bergk. 3 p. 662</note> αὐτίκα δʼ </l><l>ἄλλοι, </l><l>ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα</l></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ πάλιν 
<milestone unit="stephpage" xml:id="stephpage-110c" n="110c"/> <quote rend="blockquote"><l>οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 516</note><l>θνῄσκειν, </l><l>ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι</l></quote> πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Suppl. 1109</note> ἐπὶ τῶν τὰς μακρὰς 
<milestone unit="tlnum" n="15"/> νοσηλείας ὑπομενόντων φησὶ <quote rend="blockquote"><l> μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, </l><l>βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι </l><l> παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν. </l><l>οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, 
<milestone unit="tlnum" n="20"/> </l><l>θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-110d" n="110d"/> ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα <quote rend="blockquote"><l> τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν, </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 396</note><l>οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι 
<milestone unit="tlnum" n="25"/> </l><l>τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον </l></quote> τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε <pb xml:id="v.1.p.270"/> <quote rend="blockquote"><l> ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 739</note><l>μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βαθὺν</foreign> W</note> </l><l>ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας; 
<milestone unit="stephpage" xml:id="stephpage-110e" n="110e"/> </l><l>ἅπαντες ᾍδαν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ᾍδαν</foreign><foreign xml:lang="lat">idem:</foreign><foreign xml:lang="grc">αἶδαν</foreign></note> ἦλθον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἅπαντ’ ἐς — ἦλθε</foreign> Bergkius</note> καὶ Λάθας δόμους, </l></quote> 
<milestone unit="tlnum" n="5"/> τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων. </p></div></div></body></text></TEI>