ὁ δʼ Αἰσχύλος Αἰσχύλος ] Nauck. p. 84 καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί, ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών ὦ θάνατε παιὰν ἰατρὸς μόλοις Nauck. p. 64 λιμὴν γὰρ ὄντως Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; id. p. 523 καὶ ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς id. p. 697 τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ δυσανιῶν καὶ ] fort. δυσάνιον καὶ ** ut adiectivum suppleatur. cf. lin. 26 δυσαλγῆ ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν ἢ οὐκ ἔστιν addidi ὁ θάνατος; καί, φησιν Ἡράκλειτος, Ἡράκλειτος ] Mullach. 1 p. 321 ταὐτὸ ταύτῷ γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ τὸ et τὸ del. R facile sane καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς συνεχεῖς αὐτοῖς ] συγχέασ’ αὐτοὶς Sauppius ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ἐπαγωγοὺς Emperius: ἐπαγωγὰς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν. οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης Σιμωνίδης ] Bergk. 3 p. 407 ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ ὅστις τε κακός. Πίνδαρος Πίνδαρος ] Pyth. III 81 δὲ ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται δαίονται Pindarus: δαίνυνται βροτοῖς. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν Σοφοκλῆς Σοφοκλῆς ] Nauck. p. 248 δέ σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει; Εὐριπίδης Εὐριπίδης ] Alc. 780 δὲ τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν; δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;