<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-101f" n="101f"/> καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως 
<milestone unit="tlnum" n="5"/> τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ πρὸς γονεῖς</foreign> Stephanus</note> καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-102a" n="102a"/> φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν 
<milestone unit="tlnum" n="10"/> ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν 
<milestone unit="tlnum" n="15"/> περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐπεὶ δὲ νῦν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπεὶ δὲ νῦν</foreign> R: <foreign xml:lang="grc">ἐπειδὴ οὖν</foreign> </note> καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς 
<milestone unit="stephpage" xml:id="stephpage-102b" n="102b"/> ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς <pb xml:id="v.1.p.249"/> ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν. <quote rend="blockquote"><l>ψυχῆς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ψυχῆς</foreign>] Aesch. Prom. 379</note> γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι, 
<milestone unit="tlnum" n="5"/> </l><l> ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.</l></quote> κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 524</note> <quote rend="blockquote"><l> ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ· </l><l> λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, </l><l> ἄγαν δὲ μωραίνοντι νουθετήματα</l></quote> 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-102c" n="102c"/> πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· <q>διὰ λύπην γάρ</q> φασὶ <q>καὶ μανίαν γίγνεσθαι πολλοῖς</q><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ μανία γίγνεται πολλοῖσι</foreign> Stobaeus Flor. XCIX 1</note><note resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 43</note> <quote rend="blockquote"><l>καὶ νοσήματʼ οὐκ ἰάσιμα, </l><l> αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές </l></quote> 
<milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-102d" n="102d"/> εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετρίου</foreign> Pflugkius: <foreign xml:lang="grc">μέτρου</foreign> </note> παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν 
<milestone unit="tlnum" n="25"/> ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ <pb xml:id="v.1.p.250"/> ἀποδοκιμαστέον. <q>μὴ γὰρ νοσοῖμεν</q> φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Κράντωρ</foreign>] Mullach. 3 p. 146</note> <q>νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται 
<milestone unit="tlnum" n="5"/> μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς 
<milestone unit="stephpage" xml:id="stephpage-102e" n="102e"/> ἐκεῖ μὲν σῶμα τοιοῦτον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοιοῦτον</foreign>] i. e. <foreign xml:lang="grc">οἱον τεμνόμενον μὴ ἀλγεῖν</foreign></note> ἐνταῦθα δὲ ψυχήν.</q> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, 
<milestone unit="tlnum" n="10"/> τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα 
<milestone unit="tlnum" n="15"/> μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως 
<milestone unit="stephpage" xml:id="stephpage-102f" n="102f"/> καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο <quote rend="blockquote"><l> μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 524</note><l>ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, </l><l>μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, </l><l>ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν 
<milestone unit="tlnum" n="25"/> </l><l>σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ</l></quote> πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-103a" n="103a"/> τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς <pb xml:id="v.1.p.251"/> τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῷ</foreign> H: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> τὴν 
<milestone unit="tlnum" n="5"/> ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον. 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-103b" n="103b"/> <quote rend="blockquote"><l>οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 447</note></quote> καὶ νὴ Δία· <quote rend="blockquote"><l> τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 697</note></quote> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν 
<milestone unit="tlnum" n="15"/> πολυγονίαι ποτὲ δὲ καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ καὶ</foreign>] <foreign xml:lang="grc">δʼ</foreign> H</note> ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,<note resp="editor" place="unspecified" anchored="true">Eurip. Iph. A. 29</note> 
<milestone unit="stephpage" xml:id="stephpage-103c" n="103c"/> </l><l>Ἀγάμεμνον, Ἀτρεύς. </l><l> δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· </l><l>θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, </l><l>τὰ θεῶν οὕτω βουλόμενʼ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βουλόμεν</foreign> Euripides: <foreign xml:lang="grc">βουλομένων</foreign> </note> ἔσται</l></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ τὸ ὑπὸ Μενάνδρου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Μενάνδρου</foreign>] Meinek. IV p. 227</note> ῥηθὲν <quote rend="blockquote"><l>εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, <pb xml:id="v.1.p.252"/> </l><l> ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τε</foreign> Schaeferus: <foreign xml:lang="grc">γε</foreign> </note> διατελεῖν </l><l>πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, </l><l> καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, </l><l> ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σʼ</foreign> Grotius</note> ἐψευσμένος, 
<milestone unit="tlnum" n="5"/> </l><l>ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις </l><l>ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα 
<milestone unit="stephpage" xml:id="stephpage-103d" n="103d"/> </l><l> τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, </l><l>οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. </l><l>τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, 
<milestone unit="tlnum" n="10"/> </l><l> οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν </l><l> ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. </l><l> καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν </l><l> φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, </l><l> ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. 
<milestone unit="tlnum" n="15"/> </l><l> σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας 
<milestone unit="stephpage" xml:id="stephpage-103e" n="103e"/> </l><l> ἀγαθά, τὰ νυνὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰ νυνί</foreign> Bentleius: <foreign xml:lang="grc">τὰ νῦν</foreign> </note> τʼ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τʼ</foreign> H: <foreign xml:lang="grc">δʼ</foreign> </note> ἐστὶ μέτριά σοι κακά. </l><l> ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὄν</foreign><foreign xml:lang="lat">addidi</foreign></note> φέρε.</l></quote> ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, 
<milestone unit="tlnum" n="20"/> ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι 
<milestone unit="stephpage" xml:id="stephpage-103f" n="103f"/> καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ 
<milestone unit="tlnum" n="25"/> γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. <pb xml:id="v.1.p.253"/> ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς <quote rend="blockquote"><l>τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 740</note><l> ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα.</l></quote> 
<milestone unit="tlnum" n="5"/> </p></div></div></body></text></TEI>