καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς καὶ πρὸς γονεῖς Stephanus καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν. ἐπεὶ δὲ νῦν ἐπεὶ δὲ νῦν R: ἐπειδὴ οὖν καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν. ψυχῆς ψυχῆς ] Aesch. Prom. 379 γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι, ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ. κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην Εὐριπίδην ] Nauck. p. 524 ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς καὶ μανία γίγνεται πολλοῖσι Stobaeus Flor. XCIX 1 Meinek. IV p. 43 καὶ νοσήματʼ οὐκ ἰάσιμα, αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου μετρίου Pflugkius: μέτρου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. μὴ γὰρ νοσοῖμεν φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, Κράντωρ ] Mullach. 3 p. 146 νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον τοιοῦτον ] i. e. οἱον τεμνόμενον μὴ ἀλγεῖν ἐνταῦθα δὲ ψυχήν. οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, Nauck. p. 524 ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ αὑτῷ H: αὐτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον. οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ Nauck. p. 447 καὶ νὴ Δία· τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν id. p. 697 ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ δὲ καὶ ] δʼ H ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Eurip. Iph. A. 29 Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ βουλόμεν Euripides: βουλομένων ἔσται καὶ τὸ ὑπὸ Μενάνδρου Μενάνδρου ] Meinek. IV p. 227 ῥηθὲν εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε τε Schaeferus: γε διατελεῖν πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ σʼ Grotius ἐψευσμένος, ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον. τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά. σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας ἀγαθά, τὰ νυνὶ τὰ νυνί Bentleius: τὰ νῦν τʼ τʼ H: δʼ ἐστὶ μέτριά σοι κακά. ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν ὄν addidi φέρε. ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα Bergk. 3 p. 740 ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα.