<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg075.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent">τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θερμαίνοντα καὶ</foreign> del. H</note> καὶ προσβάλλοντα τὴν θερμότητα καθʼ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, ᾗ καὶ πολλάκις οἱ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign> Stephanus</note> καυματιζόμενοι καὶ πυρέττοντες 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-100c" n="100c"/> ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλʼ ἣν ὁ ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἡ ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει καὶ περιστέλλει, καὶ καθειργνυμένην εἰς τὸ σῶμα οὐκ ἐᾷ πάλιν σκεδάννυσθαι. ταὐτὸ δὴ τοῦτο τοῖς πράγμασιν 
<milestone unit="tlnum" n="10"/> ὑπάρχον ἐξαπατᾷ τοὺς πολλούς, ὡς, ἂν οἰκίας μεγάλας περιβάλωνται καὶ πλῆθος ἀνδραπόδων καὶ χρημάτων συναγάγωσιν, ἡδέως βιωσομένους. τὸ δʼ ἡδέως ζῆν καὶ ἱλαρῶς οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τοὐναντίον ὁ ἄνθρωπος τοῖς περὶ αὑτὸν πράγμασιν ἡδονὴν καὶ χάριν ὥσπερ ἐκ πηγῆς τοῦ ἤθους προστίθησιν. 15 
<milestone unit="stephpage" xml:id="stephpage-100d" n="100d"/> <quote rend="blockquote"><l> αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 343.</note></quote> καὶ πλοῦτος; ἡδίων καὶ δόξα λαμπροτέρα καὶ δύναμις, ἂν τὸ ἀπὸ τῆς ψυχῆς ἔχῃ γῆθος· ὅπου καὶ <pb xml:id="v.1.p.245"/> πενίαν καὶ φυγὴν καὶ γῆρας ἐλαφρῶς καὶ προσηνῶς πρὸς εὐκολίαν καὶ πραότητα τρόπου φέρουσιν. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὡς γὰρ ἀρώματα τρίβωνας εὐώδεις καὶ ῥάκια ποιεῖ, τοῦ δʼ Ἀγχίσου τὸ σῶμα ἰχῶρα πονηρὸν ἐξεδίδου 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> νώτου καταστάζοντα βύσσινον φάρος,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 168</note></quote> οὕτω μετʼ ἀρετῆς καὶ δίαιτα πᾶσα καὶ βίος ἄλυπός ἐστι καὶ ἐπιτερπής, ἡ δὲ κακία καὶ τὰ λαμπρὰ φαινόμενα 
<milestone unit="stephpage" xml:id="stephpage-100e" n="100e"/> καὶ πολυτελῆ καὶ σεμνὰ μιγνυμένη λυπηρὰ καὶ ναυτιώδη καὶ δυσπρόσδεκτα παρέχει τοῖς κεκτημένοις 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται· </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 157</note><l> ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος, </l><l> γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί.</l></quote> καίτοι γυναικὸς οὐ χαλεπῶς ἄν τις ἀπαλλαγείη πονηρᾶς 
<milestone unit="tlnum" n="15"/> ἀνὴρ ὤν, μὴ ἀνδράποδον πρὸς δὲ τὴν ἑαυτοῦ κακίαν οὐκ ἔστι γραψάμενον ἀπόλειψιν πραγμάτων ἀφεῖσθαι καὶ ἀναπαύεσθαι γενόμενον καθʼ αὑτόν, ἀλλʼ ἀεὶ συνοικοῦσα τοῖς σπλάγχνοις καὶ προσπεφυκυῖα νύκτωρ καὶ μεθʼ ἡμέραν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκε,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 705</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-100f" n="100f"/> βαρεῖα συνέκδημος οὖσα διʼ ἀλαζονείαν καὶ πολυτελὴς σύνδειπνος ὑπὸ λιχνείας καὶ σύγκοιτος ὀδυνηρά, φροντίσι καὶ μερίμναις καὶ ζηλοτυπίαις ἐκκόπτουσα τὸν ὕπνον καὶ διαφθείρουσα. καὶ γὰρ ὃ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅ</foreign>] <foreign xml:lang="grc">ὅτε</foreign>?</note> καθεύδουσι, 
<milestone unit="tlnum" n="25"/> τοῦ σώματος ὕπνος ἐστὶ καὶ ἀνάπαυσις, τῆς ψυχῆς πτοῖαι καὶ ὄνειροι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὄνειροι</foreign>] <foreign xml:lang="grc">οἵστροι</foreign> H</note> καὶ ταραχαὶ διὰ δεισιδαιμονίαν. <pb xml:id="v.1.p.246"/> <quote rend="blockquote"><l> ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 669</note><l> ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων </l></quote> φησί τις. οὕτω δὲ καὶ φθόνος καὶ φόβος καὶ θυμὸς καὶ ἀκολασία διατίθησι. μεθʼ ἡμέραν μὲν γὰρ ἔξω 
<milestone unit="tlnum" n="5"/> βλέπουσα καὶ συσχηματιζομένη πρὸς ἑτέρους ἡ κακία 
<milestone unit="stephpage" xml:id="stephpage-101a" n="101a"/> δυσωπεῖται καὶ παρακαλύπτει τὰ πάθη, καὶ παντάπασι ταῖς ὁρμαῖς ἐκδίδωσιν ἑαυτὴν ἀλλʼ ἀντιτείνει καὶ μάχεται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διαμάχεται</foreign> H</note> πολλάκις· ἐν δὲ τοῖς ὕπνοις ἀποφυγοῦσα δόξας καὶ νόμους καὶ πορρωτάτω γενομένη τοῦ δεδιέναι 
<milestone unit="tlnum" n="10"/> τε καὶ αἰδεῖσθαι, πᾶσαν ἐπιθυμίαν κινεῖ καὶ ἐπανεγείρει τὸ κακόηθες καὶ ἀκόλαστον. <q>μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι,</q> ὥς φησιν ὁ Πλάτων;<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Rep.</title> p. 571 d</note> καὶ βρώσεις ἀθέσμους προσφέρεται καὶ πράξεως οὐδεμιᾶς ἀπέχεται, ἀπολαύουσα τοῦ παρανομεῖν ὡς ἀνυστὸν 
<milestone unit="tlnum" n="15"/> ἐστιν εἰδώλοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰδώλοις</foreign>] <foreign xml:lang="grc">ἐν εἰδώλοις</foreign> Stephanus</note> καὶ φάσμασιν εἰς οὐδεμίαν ἡδονὴν οὐδὲ τελείωσιν τοῦ ἐπιθυμοῦντος τελευτῶσιν, 
<milestone unit="stephpage" xml:id="stephpage-101b" n="101b"/> ἀλλὰ κινεῖν μόνον καὶ διαγριαίνειν τὰ πάθη καὶ τὰ νοσήματα δυναμένοις. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ποῦ τοίνυν τὸ ἡδὺ τῆς κακίας ἐστίν, εἰ μηδαμοῦ 
<milestone unit="tlnum" n="20"/> τὸ ἀμέριμνον καὶ τὸ ἄλυπον μηδʼ αὐτάρκεια μηδʼ ἀταραξία μηδʼ ἡσυχία; ταῖς μὲν γὰρ τῆς σαρκὸς ἡδοναῖς; ἡ τοῦ σώματος εὐκρασία καὶ ὑγίεια χώραν καὶ γένεσιν δίδωσι· τῇ δὲ ψυχῇ οὐκ ἔστιν ἐγγενέσθαι γῆθος οὐδὲ χαρὰν βέβαιον, ἂν μὴ τὸ εὔθυμον 
<milestone unit="tlnum" n="25"/> καὶ ἄφοβον καὶ θαρραλέον ὥσπερ ἕδραν ἢ γαλήνην ἄκλυστον ὑποβάληται, ἀλλὰ κἂν ὑπομειδιάσῃ τις <pb xml:id="v.1.p.247"/> ἐλπὶς ἢ τέρψις, αὕτη ταχὺ φροντίδος ἐκραγείσης ὥσπερ ἐν εὐδίᾳ σπιλάδος συνεχύθη καὶ συνεταράχθη. 
<milestone unit="stephpage" xml:id="stephpage-101c" n="101c"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἅθροιζε χρυσίον, σύναγε ἀργύριον, οἰκοδόμει περιπάτους, ἔμπλησον ἀνδραπόδων τὴν οἰκίαν καὶ 
<milestone unit="tlnum" n="5"/> χρεωστῶν τὴν πόλιν· ἂν μὴ τὰ πάθη τῆς ψυχῆς καταστορέσῃς καὶ τὴν ἀπληστίαν παύσῃς καὶ φόβων καὶ φροντίδων ἀπαλλάξῃς σαυτόν, οἶνον διηθεῖς· πυρέττοντι καὶ χολικῷ μέλι προσφέρεις καὶ σιτία καὶ ὄψα κοιλιακοῖς ἑτοιμάζεις καὶ δυσεντερικοῖς, μὴ 
<milestone unit="tlnum" n="10"/> στέγουσι μηδὲ ῥωννυμένοις ἀλλὰ προσδιαφθειρομένοις ὑπʼ αὐτῶν. οὐχ ὁρᾷς τοὺς νοσοῦντας ὅτι τῶν βρωμάτων τὰ καθαρώτατα καὶ πολυτελέστατα δυσχεραίνουσι 
<milestone unit="stephpage" xml:id="stephpage-101d" n="101d"/> καὶ διαπτύουσι καὶ παραιτοῦνται προσφερόντων καὶ βιαζομένων, εἶτα, τῆς κράσεως μεταβαλούσης 
<milestone unit="tlnum" n="15"/> καὶ πνεύματος χρηστοῦ καὶ γλυκέος αἵματος ἐγγενομένου καὶ θερμότητος; οἰκείας, ἀναστάντες ἄρτον λιτὸν ἐπὶ τυρῷ καὶ καρδάμῳ χαίρουσι καὶ ἀσμενίζουσιν ἐσθίοντες;<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐσθίοντες</foreign> Iannotius: <foreign xml:lang="grc">ἔσθοντες</foreign> </note> τοιαύτην ὁ λόγος ἐμποιεῖ τῇ ψυχῇ διάθεσιν. αὐτάρκης ἔσῃ, ἂν μάθῃς τί τὸ 
<milestone unit="tlnum" n="20"/> καλὸν κἀγαθόν ἐστι· τρυφήσεις ἐν πενίᾳ καὶ βασιλεύσεις καὶ τὸν ἀπράγμονα βίον καὶ ἰδιώτην οὐδὲν ἧττον ἀγαπήσεις ἢ τὸν ἐπὶ στρατηγίαις καὶ ἡγεμονίαις· οὐ βιώσῃ φιλοσοφήσας ἀηδῶς, ἀλλὰ πανταχοῦ ζῆν ἡδέως μαθήσῃ καὶ ἀπὸ πάντων· εὐφρανεῖ σε 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-101e" n="101e"/> πλοῦτος πολλοὺς εὐεργετοῦντα καὶ πενία πολλὰ μὴ μεριμνῶντα καὶ δόξα τιμώμενον καὶ ἀδοξία μὴ φθονούμενον.</p></div></div></body></text></TEI>