<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδʼ ἀργύριον 
<milestone unit="stephpage" xml:id="stephpage-99f" n="99f"/> οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδʼ ὑγίεια οὐδʼ ἰσχὺς οὐδὲ κάλλος. τί οὖν ἐστι; τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ διʼ ὃ τούτων ἕκαστον ἡδὺ 
<milestone unit="tlnum" n="20"/> γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ· βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον. ἦ που καλῶς ὁ Ἡσιόδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Ἡσιόδου <foreign xml:lang="eng">] OD 86</foreign></note> Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται <quote rend="blockquote"><l>μή ποτε δῶρα</l><milestone unit="tlnum" n="25"/><l> δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν </l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-100a" n="100a"/> τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> λυρίζειν <foreign xml:lang="eng">H</foreign></note> ἄμουσον ὄντα μηδʼ ἀναγιγνώσκειν <pb n="p.243"/> ἀγράμματον μηδʼ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός. οὐ γὰρ μόνον <q>τὸ εὖ πράσσειν παρὰ τὴν 
<milestone unit="tlnum" n="5"/> ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται,</q> ὡς Δημοσθένης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Δημοσθένης] <foreign xml:lang="eng">Olynth. I 23</foreign></note> εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.</p></div></div></body></text></TEI>