Οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδʼ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδʼ ὑγίεια οὐδʼ ἰσχὺς οὐδὲ κάλλος. τί οὖν ἐστι; τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ διʼ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ· βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον. ἦ που καλῶς ὁ Ἡσιόδου Ἡσιόδου ] OD 86 Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται μή ποτε δῶρα δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν λυρίζειν H ἄμουσον ὄντα μηδʼ ἀναγιγνώσκειν ἀγράμματον μηδʼ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός. οὐ γὰρ μόνον τὸ εὖ πράσσειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται, ὡς Δημοσθένης Δημοσθένης] Olynth. I 23 εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.