<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><milestone unit="tlnum" n="15"/><p rend="indent">θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν. ἀλλʼ ἐπιτάσει μὲν καὶ ἀνέσει χορδῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> καὶ ἀνε.σει χορδῶν <foreign xml:lang="eng">Benselerus (coll. Plat. Rep. p. 349 e):</foreign> χορδῶν καὶ ἀέσει </note> εὐβουλία τίς 
<milestone unit="tlnum" n="20"/> ἔνεστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν 
<milestone unit="stephpage" xml:id="stephpage-99d" n="99d"/> ἱματίων ἣν γναφικήν, τούς τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> τε <foreign xml:lang="eng">H:</foreign> δὲ </note> παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> τῇ μὲν <foreign xml:lang="eng">H</foreign></note> δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δʼ ἀριστερᾷ κρατεῖν τὸν 
<milestone unit="tlnum" n="25"/> ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλʼ ἐπιστάσεως καὶ προσοχῆς δεομένων τὰ δὲ μέγιστα <pb n="p.242"/> καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν; ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, 
<milestone unit="tlnum" n="5"/> οὐδʼ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι· χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον 
<milestone unit="stephpage" xml:id="stephpage-99e" n="99e"/> καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ 
<milestone unit="tlnum" n="10"/> τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον; ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν; <q>οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής.</q> κἀκεῖνος 
<milestone unit="tlnum" n="15"/> <q>ὁ τούτοις</q> ἔφη <q>πᾶσιν ἐπιτάττων καὶ χρώμενος.</q></p></div></div></body></text></TEI>