<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="4"><milestone unit="stephpage" xml:id="stephpage-99a" n="99a"/><p rend="indent">ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. ὅτι γὰρ τούτοις βραχεῖά<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> βραχεῖα] <foreign xml:lang="eng">Epicurus ap. Diog. L. X 114</foreign></note> 
<milestone unit="tlnum" n="15"/> τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε <quote rend="blockquote"><l> βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 248</note><l> οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς</l><milestone unit="tlnum" n="20"/><l> λίκνοισι προστρέπεσθε.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-99b" n="99b"/> τὴν γὰρ Ἐργάνην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Ρ̓γάνην <foreign xml:lang="eng">H:</foreign></note> αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. Νεάλκη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Νεάλκη <foreign xml:lang="eng">Madvigius:</foreign> </note> μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα 
<milestone unit="tlnum" n="25"/> καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα <pb n="p.241"/> γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. τοῦτʼ 
<milestone unit="tlnum" n="5"/> ἔντεχνον τύχης μόνον ἱστορεῖται. κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. 
<milestone unit="stephpage" xml:id="stephpage-99c" n="99c"/> καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἀπορροαὶ <foreign xml:lang="eng">H:</foreign> </note> φρονήσεως 
<milestone unit="tlnum" n="10"/> καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> χρείαις ταῖς <foreign xml:lang="eng"> H:</foreign> χρείαις </note> περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε. </p></div></div></body></text></TEI>