καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδʼ ὄμματα φωσφόρα φησὶ Πλάτων, Πλάτων ] Tim. p. 45 b καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος διʼ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις καὶ τὰς δυνάμεις R: δυνάμεως αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ φύσις ἤνεγκεν ἡμῖν, καὶ νοῦς νοῦς ] Mullach. 1 p. 144 ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, Ἡράκλειτος ] id. 1 p. 319 οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς Nauck. p. 50 δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα κατʼ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, αὐτὰρ ἐχίνοις ἐχίνοις Stephanus: ἐχῖνος φησὶν Ἐμπεδοκλῆς Ἐμπεδοκλὴς ] Mullach. 1 p. 9 ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι, τὰ δʼ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δʼ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα Πλάτωνα ] Protag. p. 321 c γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος ἄοπλος καὶ ἀνυπόδητος H ex Platone: ἄνοπλος καὶ ἀνυπόδετος καὶ ἄστρωτος ὑπὸ τῆς φύσεως ἀπολέλειπται. ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε, Nauck. p. 300 τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν. ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ id. p. 295 ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα φῦλα ex p. 959 d πόντου χθονίων τʼ ἀερίων τε δάμναται βουλεύματα. κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλʼ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ ἀνθρώπῳ H: ἀνθρωποις δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος; ἢ φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο τοῦτο] οὗτος R παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλʼ ἵνα μανθάνωμεν ποῖ ποῖ H: ποῦ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, Homer. θ 246 οὐδὲ ποσὶ κραιπνῶς θέομεν, ἀλλʼ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατʼ Ἀναξαγόραν σφῶν σφῶν] ἐργω Sauppius. Fort. ἐρίω τʼ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστʼ, ἐνταῦθα τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι.