<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="2"><p rend="indent">Εἰ δʼ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; ἥ τε γὰρ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἥ τε γὰρ <foreign xml:lang="lat">scripsi:</foreign> ἤτε <foreign xml:lang="lat">aut</foreign> ἡ γὰρ </note> σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι καὶ εὐβουλία,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> καὶ εὐβουλία <foreign xml:lang="lat">addidi</foreign></note> καὶ 
<milestone unit="tlnum" n="5"/> ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ 
<milestone unit="tlnum" n="10"/> πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. ὅθεν εἰ τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-97f" n="97f"/> τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν 
<milestone unit="tlnum" n="15"/> οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">καὶ <foreign xml:lang="eng">W:</foreign> ἢ</note> διαφερομένους. εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλʼ 
<milestone unit="tlnum" n="20"/> ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">Σοφοκλὴς<foreign xml:lang="eng">] OR 110</foreign></note> ὅτι 
<milestone unit="stephpage" xml:id="stephpage-98a" n="98a"/> <quote rend="blockquote"><l> πᾶν τὸ ζητούμενον </l><l> ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον</l></quote> καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν <quote rend="blockquote"><l>τὰ μὲν διδακτὰ μανθάνω, τὰ δʼ εὑρετὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 243</note></l><milestone unit="tlnum" n="25"/><l> ζητῶ, τὰ δʼ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην</l></quote> τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; ποῖον δʼ οὐκ ἀναιρεῖται <pb n="p.238"/> βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντʼ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες 
<milestone unit="stephpage" xml:id="stephpage-98b" n="98b"/> αὐτῇ; τί δʼ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν 
<milestone unit="tlnum" n="5"/> εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν; </p></div></div></body></text></TEI>