<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><q>τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία</q>.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 607</note> πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδʼ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλʼ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-97d" n="97d"/> τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτʼ ἔλαβεν οὔτʼ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου <q>πόρνας καὶ ἰχθῦς ἠγόραζε</q> καὶ Λασθένης καὶ Εὐθυκράτης 
<milestone unit="tlnum" n="10"/> ἀπώλεσαν Ὄλυνθον, <q>τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν;</q> ἀπὸ τύχης δʼ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος 
<milestone unit="tlnum" n="15"/> συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν 
<milestone unit="stephpage" xml:id="stephpage-97e" n="97e"/> αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς 
<milestone unit="tlnum" n="20"/> ἀκρασίαις καὶ ταῖς βωμολοχίαις; <pb n="p.237"/> </p></div></div></body></text></TEI>