<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg074.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><q>τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία</q>.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 607</note> πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδʼ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλʼ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-97d" n="97d"/> τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτʼ ἔλαβεν οὔτʼ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου <q>πόρνας καὶ ἰχθῦς ἠγόραζε</q> καὶ Λασθένης καὶ Εὐθυκράτης 
<milestone unit="tlnum" n="10"/> ἀπώλεσαν Ὄλυνθον, <q>τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν;</q> ἀπὸ τύχης δʼ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος 
<milestone unit="tlnum" n="15"/> συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν 
<milestone unit="stephpage" xml:id="stephpage-97e" n="97e"/> αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς 
<milestone unit="tlnum" n="20"/> ἀκρασίαις καὶ ταῖς βωμολοχίαις; <pb n="p.237"/> </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">Εἰ δʼ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; ἥ τε γὰρ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἥ τε γὰρ <foreign xml:lang="lat">scripsi:</foreign> ἤτε <foreign xml:lang="lat">aut</foreign> ἡ γὰρ </note> σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι καὶ εὐβουλία,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> καὶ εὐβουλία <foreign xml:lang="lat">addidi</foreign></note> καὶ 
<milestone unit="tlnum" n="5"/> ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ 
<milestone unit="tlnum" n="10"/> πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. ὅθεν εἰ τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-97f" n="97f"/> τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν 
<milestone unit="tlnum" n="15"/> οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">καὶ <foreign xml:lang="eng">W:</foreign> ἢ</note> διαφερομένους. εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλʼ 
<milestone unit="tlnum" n="20"/> ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">Σοφοκλὴς<foreign xml:lang="eng">] OR 110</foreign></note> ὅτι 
<milestone unit="stephpage" xml:id="stephpage-98a" n="98a"/> <quote rend="blockquote"><l> πᾶν τὸ ζητούμενον </l><l> ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον</l></quote> καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν <quote rend="blockquote"><l>τὰ μὲν διδακτὰ μανθάνω, τὰ δʼ εὑρετὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 243</note></l><milestone unit="tlnum" n="25"/><l> ζητῶ, τὰ δʼ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην</l></quote> τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; ποῖον δʼ οὐκ ἀναιρεῖται <pb n="p.238"/> βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντʼ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες 
<milestone unit="stephpage" xml:id="stephpage-98b" n="98b"/> αὐτῇ; τί δʼ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν 
<milestone unit="tlnum" n="5"/> εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν; </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδʼ <q>ὄμματα φωσφόρα</q> φησὶ Πλάτων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">Πλάτων <foreign xml:lang="eng">] Tim. p. 45 b</foreign></note> καὶ τύχη τὰ τῶν ἀκουόντων, 
<milestone unit="tlnum" n="10"/> οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος διʼ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">καὶ τὰς δυνάμεις <foreign xml:lang="eng">R:</foreign> δυνάμεως</note> αὐτῶν ὑπηρεσίαν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-98c" n="98c"/> εὐβουλίας καὶ φρονήσεως ἡ φύσις ἤνεγκεν ἡμῖν, καὶ <q>νοῦς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> νοῦς <foreign xml:lang="eng">] Mullach. 1 p. 144</foreign></note> ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα</q> δὲ κωφὰ <q>καὶ τυφλά</q> καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc">Ἡράκλειτος<foreign xml:lang="eng">] id. 1 p. 319</foreign></note> οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν 
<milestone unit="tlnum" n="20"/> μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος <quote rend="blockquote"><l>ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 50</note> </l><milestone unit="tlnum" n="25"/><l> δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-98d" n="98d"/> κατʼ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν <pb n="p.239"/> γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, <q>αὐτὰρ ἐχίνοις</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἐχίνοις <foreign xml:lang="eng"> Stephanus:</foreign>ἐχῖνος </note> φησὶν Ἐμπεδοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Ἐμπεδοκλὴς <foreign xml:lang="eng">] Mullach. 1 p. 9</foreign></note> <quote rend="blockquote"><l><q> ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι,</q></l></quote> τὰ δʼ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις 
<milestone unit="tlnum" n="5"/> καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δʼ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Πλάτωνα <foreign xml:lang="eng">] Protag. p. 321 c</foreign></note> <q>γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἄοπλος καὶ ἀνυπόδητος <foreign xml:lang="eng">H ex Platone:</foreign> ἄνοπλος καὶ ἀνυπόδετος </note> καὶ ἄστρωτος</q> ὑπὸ τῆς φύσεως ἀπολέλειπται. <quote rend="blockquote"><l> ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 300</note></quote> 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-98e" n="98e"/> τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν. <quote rend="blockquote"><l>ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">id. p. 295</note><l> ποικιλίᾳ πραπίδων</l><l> δεινὰ μὲν φῦλα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> φῦλα <foreign xml:lang="eng">ex p. 959 d</foreign></note> πόντου </l><l> χθονίων τʼ ἀερίων τε </l><milestone unit="tlnum" n="15"/><l> δάμναται βουλεύματα.</l></quote> κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλʼ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἀνθρώπῳ <foreign xml:lang="eng">H: </foreign>ἀνθρωποις </note> δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος; ἢ 
<milestone unit="tlnum" n="20"/> φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> τοῦτο] οὗτος <foreign xml:lang="eng">R</foreign></note> παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως 
<milestone unit="stephpage" xml:id="stephpage-98f" n="98f"/> τῶν τοιούτων παρεισαγομένων, ἀλλʼ ἵνα μανθάνωμεν ποῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ποῖ <foreign xml:lang="eng">H:</foreign> ποῦ </note> τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ <pb n="p.240"/> τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν. <quote rend="blockquote"><l> οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"><foreign xml:lang="eng">Homer.</foreign> θ 246</note><l> οὐδὲ ποσὶ κραιπνῶς θέομεν, </l></quote> 
<milestone unit="tlnum" n="5"/> ἀλλʼ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατʼ Ἀναξαγόραν σφῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> σφῶν] ἐργω <foreign xml:lang="eng">Sauppius. Fort.</foreign> ἐρίω</note> τʼ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστʼ, ἐνταῦθα τῆς τύχης ἀλλὰ πάντα 
<milestone unit="tlnum" n="10"/> τῆς εὐβουλίας εἶναι. </p></div><div type="textpart" subtype="section" n="4"><milestone unit="stephpage" xml:id="stephpage-99a" n="99a"/><p rend="indent">ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. ὅτι γὰρ τούτοις βραχεῖά<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> βραχεῖα] <foreign xml:lang="eng">Epicurus ap. Diog. L. X 114</foreign></note> 
<milestone unit="tlnum" n="15"/> τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε <quote rend="blockquote"><l> βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 248</note><l> οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς</l><milestone unit="tlnum" n="20"/><l> λίκνοισι προστρέπεσθε.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-99b" n="99b"/> τὴν γὰρ Ἐργάνην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Ρ̓γάνην <foreign xml:lang="eng">H:</foreign></note> αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. Νεάλκη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> Νεάλκη <foreign xml:lang="eng">Madvigius:</foreign> </note> μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα 
<milestone unit="tlnum" n="25"/> καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα <pb n="p.241"/> γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. τοῦτʼ 
<milestone unit="tlnum" n="5"/> ἔντεχνον τύχης μόνον ἱστορεῖται. κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. 
<milestone unit="stephpage" xml:id="stephpage-99c" n="99c"/> καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> ἀπορροαὶ <foreign xml:lang="eng">H:</foreign> </note> φρονήσεως 
<milestone unit="tlnum" n="10"/> καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> χρείαις ταῖς <foreign xml:lang="eng"> H:</foreign> χρείαις </note> περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε. </p></div><div type="textpart" subtype="section" n="5"><milestone unit="tlnum" n="15"/><p rend="indent">θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν. ἀλλʼ ἐπιτάσει μὲν καὶ ἀνέσει χορδῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> καὶ ἀνε.σει χορδῶν <foreign xml:lang="eng">Benselerus (coll. Plat. Rep. p. 349 e):</foreign> χορδῶν καὶ ἀέσει </note> εὐβουλία τίς 
<milestone unit="tlnum" n="20"/> ἔνεστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν 
<milestone unit="stephpage" xml:id="stephpage-99d" n="99d"/> ἱματίων ἣν γναφικήν, τούς τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> τε <foreign xml:lang="eng">H:</foreign> δὲ </note> παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="grc"> τῇ μὲν <foreign xml:lang="eng">H</foreign></note> δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δʼ ἀριστερᾷ κρατεῖν τὸν 
<milestone unit="tlnum" n="25"/> ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλʼ ἐπιστάσεως καὶ προσοχῆς δεομένων τὰ δὲ μέγιστα <pb n="p.242"/> καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν; ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, 
<milestone unit="tlnum" n="5"/> οὐδʼ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι· χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον 
<milestone unit="stephpage" xml:id="stephpage-99e" n="99e"/> καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ 
<milestone unit="tlnum" n="10"/> τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον; ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν; <q>οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής.</q> κἀκεῖνος 
<milestone unit="tlnum" n="15"/> <q>ὁ τούτοις</q> ἔφη <q>πᾶσιν ἐπιτάττων καὶ χρώμενος.</q></p></div></div></body></text></TEI>