<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg073.perseus-grc2" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><p rend="indent">ὅθεν οὕτω<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅθεν οὕτως</foreign>] <foreign xml:lang="grc">ὅθεν</foreign> H</note> τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον <pb xml:id="v.1.p.234"/> ἄλλοτʼ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτῆς κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα 
<milestone n="5" unit="tlnum"/> πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις διʼ ὁμοιότητός ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄψυχα</foreign>] <foreign xml:lang="grc">ἄλογα</foreign> W</note> τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ βίας ἀναγκαζόμενα 
<milestone n="96e" unit="stephpage" xml:id="stephpage-96e"/> καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπʼ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμοιοπαθεῖ</foreign> W</note> κεραννύμενα 
<milestone n="10" unit="tlnum"/> καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετʼ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία διʼ ἀντιφώνων ἔχει τὸ σύμφωνον, 
<milestone n="15" unit="tlnum"/> ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδʼ ἀνώμαλον οὐδʼ ἄνισον εἶναι δεῖ μέρος, ἀλλʼ ἐξ ἁπάντων ὁμοίως ἐχόντων 
<milestone n="96f" unit="stephpage" xml:id="stephpage-96f"/> ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ 
<milestone n="20" unit="tlnum"/> συνομοπαθεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνομοιοπαθεῖν</foreign> W</note> ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι. </p></div></div></body></text></TEI>