<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg073.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">καίτοι κἂν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι 
<milestone n="25" unit="tlnum"/> δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἢ πολιτευομένοις ἢ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις. <pb xml:id="v.1.p.231"/> ἂν δʼ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων 
<milestone n="5" unit="tlnum"/> συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν, <quote rend="blockquote"><l> πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Soph. <title>OR</title> 4</note><l> ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων</l></quote> 
<milestone n="95d" unit="stephpage" xml:id="stephpage-95d"/> ἡ πολυφιλία, πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ 
<milestone n="10" unit="tlnum"/> δʼ ἄτοπον, ἑνὶ δʼ ὑπουργοῦντα προσκρούειν πολλοῖς ἀνιαρὸν <quote rend="blockquote"><l>οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Meinek. IV p. 282</note></quote> Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως 
<milestone n="15" unit="tlnum"/> δέχονται παρʼ αὐτῶν <q>ἐξελαθόμην <q type="unspecified"/> ἠγνόησα</q> ὁ δὲ λέγων <q>οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ,</q> καὶ <q>πυρέττοντά σʼ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην</q> αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων ἐπιμέλειαν ποιούμενος 
<milestone n="20" unit="tlnum"/> 
<milestone n="95e" unit="stephpage" xml:id="stephpage-95e"/> οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλʼ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δʼ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις 
<milestone n="25" unit="tlnum"/> ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων <pb xml:id="v.1.p.232"/>, οὕτως ἐν τοῖς φίλοις χρήσιμον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν τοῖς φίλοις χρήσιμον</foreign>] <foreign xml:lang="grc">ἐν τῷ πολλοῖς φίλοις χρῆσθαι</foreign></note> καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνεστι</foreign>] scr. vid. <foreign xml:lang="grc">ἐστι</foreign></note> καὶ τὸ συναγωνιᾶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ συγκάμνειν</foreign> H</note> καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι 
<milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l> χρῆν γὰρ μετρίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πετριας - φιλίας</foreign> H ex Hippol. 253: <foreign xml:lang="grc">μετρίαν - φιλίαν</foreign> </note> εἰς ἀλλήλους </l><l>φιλίας θνητοὺς ἀνακίρνασθαι 
<milestone n="95f" unit="stephpage" xml:id="stephpage-95f"/> </l><l> καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, </l><l>εὔλυτα δʼ εἶναι στέργηθρα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στέργηθρα</foreign> id. ex eodem: <foreign xml:lang="grc">θέλγητρα</foreign> </note> φρενῶν, </l><l>ἀπὸ τʼ ὤσασθαι καὶ ξυντεῖναι,</l></quote> 
<milestone n="10" unit="tlnum"/> καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς χρείαις τὴν φιλίαν. ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη, μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν <q>μετρίας</q> ποιεῖσθαι τὰς διαφορὰς καὶ <q>μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δʼ εἶναι</q> μίση καὶ ὀργὰς καὶ μεμψιμοιρίας 
<milestone n="15" unit="tlnum"/> 
<milestone n="96a" unit="stephpage" xml:id="stephpage-96a"/> καὶ ὑπονοίας· ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν <q>μὴ πολλοῖς ἐμβάλλειν δεξιὰν</q> τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν καὶ πρὸς ἐναντίην ἢ μετὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτὴν μετὰ</foreign>?</note> πολλῶν παθῶν εἰσιοῦσαν, ὧν τὸ 
<milestone n="20" unit="tlnum"/> μὲν συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστί· τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν <q>ἔοικας</q> ἔφη <q>σὺ μηδὲ φίλον ἔχειν.</q> αἱ γὰρ ἔχθραι ταῖς 
<milestone n="25" unit="tlnum"/> φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, ἐπείπερ </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><milestone n="96b" unit="stephpage" xml:id="stephpage-96b"/> οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν <pb xml:id="v.1.p.233"/> μηδὲ συναπεχθάνεσθαι· οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας 
<milestone n="5" unit="tlnum"/> δοθεὶς χρησμὸς προηγόρευσε <quote rend="blockquote"><l>σμῆνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σμῆνι - ἕπονται</foreign> R</note> μελισσάων τάχα τοι καὶ σφῆκες; ἔσονται</l></quote>, οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σφηκιαῖς</foreign> scripsi: <foreign xml:lang="grc">σφηκίαις</foreign> </note> περιπεσόντες. καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις. ὅρα δὲ τοὺς 
<milestone n="10" unit="tlnum"/> 
<milestone n="96c" unit="stephpage" xml:id="stephpage-96c"/>Φιλώτου καὶ Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες. ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδʼ ὁ πέπλος ὠφέλει, 
<milestone n="15" unit="tlnum"/> τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῷ 
<milestone n="20" unit="tlnum"/>Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ <quote rend="blockquote"><l>αἰδοῦς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἰδοῦς</foreign> H: <foreign xml:lang="grc">πέδαις</foreign> </note> ἀχαλκεύτοις συνέζευκται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀχαλκεύτοις συνέζευκται</foreign> Stephanus: <foreign xml:lang="grc">ἀχαλκεύτοισιν ἔζευκται</foreign> </note> πέδαις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέδαις</foreign> H: <foreign xml:lang="grc">πόδας</foreign> </note> </l></quote>, 
<milestone n="96d" unit="stephpage" xml:id="stephpage-96d"/> ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] II 51</note> τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ 
<milestone n="25" unit="tlnum"/> τοὺς ἐπιτηδείους. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">ὅθεν οὕτω<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅθεν οὕτως</foreign>] <foreign xml:lang="grc">ὅθεν</foreign> H</note> τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον <pb xml:id="v.1.p.234"/> ἄλλοτʼ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτῆς κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα 
<milestone n="5" unit="tlnum"/> πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις διʼ ὁμοιότητός ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄψυχα</foreign>] <foreign xml:lang="grc">ἄλογα</foreign> W</note> τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ βίας ἀναγκαζόμενα 
<milestone n="96e" unit="stephpage" xml:id="stephpage-96e"/> καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπʼ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμοιοπαθεῖ</foreign> W</note> κεραννύμενα 
<milestone n="10" unit="tlnum"/> καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετʼ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία διʼ ἀντιφώνων ἔχει τὸ σύμφωνον, 
<milestone n="15" unit="tlnum"/> ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδʼ ἀνώμαλον οὐδʼ ἄνισον εἶναι δεῖ μέρος, ἀλλʼ ἐξ ἁπάντων ὁμοίως ἐχόντων 
<milestone n="96f" unit="stephpage" xml:id="stephpage-96f"/> ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ 
<milestone n="20" unit="tlnum"/> συνομοπαθεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνομοιοπαθεῖν</foreign> W</note> ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι. </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">τίς οὖν ἐστιν οὕτως ἐπίπονος καὶ μετάβολος καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ 
<milestone n="25" unit="tlnum"/>Θεόγνιδος παραινοῦντος <quote rend="blockquote"><l>πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 140</note><l>τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη;</l></quote> <pb xml:id="v.1.p.235"/> καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπιφάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροὰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπορροὰς</foreign> H: <foreign xml:lang="grc">ἀπορροίας</foreign> </note> τῶν πλησιαζόντων 
<milestone n="97a" unit="stephpage" xml:id="stephpage-97a"/> ἀναλαμβάνουσαν· αἱ δὲ φιλίαι τὰ ἤθη ζητοῦσι 
<milestone n="5" unit="tlnum"/> συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις. Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ τὸ ἔργον, ἀλλʼ ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος 
<milestone n="10" unit="tlnum"/> καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντος καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχοντος,·. ὡς δὲ τὴν ἀσχημάτιστον 
<milestone n="97b" unit="stephpage" xml:id="stephpage-97b"/> οἱ φυσικοὶ καὶ ἀχρώματον οὐσίαν καὶ ὕλην 
<milestone n="15" unit="tlnum"/> λέγουσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λέγουσιν</foreign>] add. <foreign xml:lang="grc">πᾶσι τοῖς οὖσιν</foreign> Sauppius</note> ὑποκειμένην καὶ τρεπομένην ὑφʼ αὑτῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑφ’ αὐτῆς</foreign>] <foreign xml:lang="grc">ἐπ’ αὐτῶν</foreign> id.</note> νῦν μὲν φλέγεσθαι νῦν δʼ ἐξυγραίνεσθαι, τοτὲ δʼ ἐξαεροῦσθαι πήγνυσθαι δʼ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑποκεῖσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν. ἀλλʼ 
<milestone n="20" unit="tlnum"/> ἡ φιλία στάσιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ· διὸ καὶ σπάνιον καὶ δυσεύρετόν ἐστι φίλος βέβαιος.</p></div></div></body></text></TEI>