<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg073.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent">ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, <q>ὁμολογῶ</q> εἶπεν <q>ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν,</q> οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας ἐν 
<milestone n="20" unit="tlnum"/> πολλῷ κριθεῖσαν. ἆρʼ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν 
<milestone n="25" unit="tlnum"/> <quote rend="blockquote"><l>οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Homer. <foreign xml:lang="grc">Ψ</foreign> 78</note><l>βουλὰς ἑζόμενοι βουλεύσομεν</l></quote> <pb xml:id="v.1.p.230"/> 
<milestone n="95a" unit="stephpage" xml:id="stephpage-95a"/> καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος <quote rend="blockquote"><l>οὐδέ κεν ἄλλο </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Homer. <foreign xml:lang="grc">δ</foreign> 179</note><l>ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε, </l><l>πρὶν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε</l></quote> 
<milestone n="5" unit="tlnum"/> τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις <quote rend="blockquote"><l>ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε</l></quote> 
<milestone n="95b" unit="stephpage" xml:id="stephpage-95b"/> κατʼ Ἐμπεδοκλέα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλέα</foreign>] Mullach. 1 p. 6</note> τοιαύτην γὰρ ἡ φιλία βούλεται 
<milestone n="10" unit="tlnum"/> ποιεῖν ἑνότητα καὶ σύμπηξιν, ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δʼ εὐθὺς ὑποβάλλει 
<milestone n="15" unit="tlnum"/> καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσωπίαν</foreign>] <foreign xml:lang="grc">δυσκολίαν</foreign> Emperius</note> τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν. <quote rend="blockquote"><l>ἄλλον τρόπον γὰρ ἄλλων ἐγείρει φροντὶς ἀνθρώπων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 721</note> 
<milestone n="20" unit="tlnum"/> </l></quote> οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν οἵ 
<milestone n="95c" unit="stephpage" xml:id="stephpage-95c"/> τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δʼ ἀντιπίπτουσι. </p></div></div></body></text></TEI>