<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg073.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">τὸν δὲ φίλον ἡμεῖς <q>μοῦνον</q> μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετʼ ἄλλου δὲ <q>τηλύγετός</q> τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συγκαταλύσαντες 
<milestone n="20" unit="tlnum"/> ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν. ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν 
<milestone n="94b" unit="stephpage" xml:id="stephpage-94b"/> οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐδαιμονίζουσι 
<milestone n="25" unit="tlnum"/> τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανείοις αὐτῶν ὁρῶσιν. ἀλλʼ οὔθʼ αὗται τῆς λιχνείας οὔτʼ ἐκεῖνοι τῆς χρείας <pb xml:id="v.1.p.228"/> ἐπιλιπούσης παραμένουσιν. ἐπεὶ δʼ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα 
<milestone n="5" unit="tlnum"/> καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις, σκεπτέον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σκεπτέον</foreign> H: <foreign xml:lang="grc">σκεπτέον δὲ</foreign> </note> πρῶτον εἰ δυνατόν ἐστιν 
<milestone n="94c" unit="stephpage" xml:id="stephpage-94c"/> ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων 
<milestone n="10" unit="tlnum"/> ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτὸς θʼ αὑτὸν <quote rend="blockquote"><l>πράττων εὖ τίθησιν εἰς μέσον, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 697</note><l> τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται</l></quote> 
<milestone n="15" unit="tlnum"/> οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις τριγχοὺς καὶ λιμέσι προβάλλουσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιβάλλουσιν</foreign> coni. H</note> ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι 
<milestone n="94d" unit="stephpage" xml:id="stephpage-94d"/> κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως 
<milestone n="20" unit="tlnum"/> ἐξετασθεῖσα· τῶν δʼ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων <quote rend="blockquote"><l>οἱ μὲν ἐστερημένοι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 215</note><l> χαίρουσιν, οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν</l></quote> ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον, τὸ φυγεῖν ἢ 
<milestone n="25" unit="tlnum"/> ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλʼ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν <pb xml:id="v.1.p.229"/> οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτʼ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλʼ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λυμαινόμενος</foreign> H: <foreign xml:lang="grc">λυπούμενος</foreign> </note> ἢ βίᾳ μετʼ ἔχθρας καὶ δυσμενείας 
<milestone n="5" unit="tlnum"/> 
<milestone n="94e" unit="stephpage" xml:id="stephpage-94e"/> ὥσπερ χολή τις ἐξέπεσε. </p></div></div></body></text></TEI>