τὸν δὲ φίλον ἡμεῖς μοῦνον μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετʼ ἄλλου δὲ τηλύγετός τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συγκαταλύσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν. ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐδαιμονίζουσι τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανείοις αὐτῶν ὁρῶσιν. ἀλλʼ οὔθʼ αὗται τῆς λιχνείας οὔτʼ ἐκεῖνοι τῆς χρείας ἐπιλιπούσης παραμένουσιν. ἐπεὶ δʼ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις, σκεπτέον σκεπτέον H: σκεπτέον δὲ πρῶτον εἰ δυνατόν ἐστιν ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτὸς θʼ αὑτὸν πράττων εὖ τίθησιν εἰς μέσον, Nauck. p. 697 τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις τριγχοὺς καὶ λιμέσι προβάλλουσιν περιβάλλουσιν coni. H ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως ἐξετασθεῖσα· τῶν δʼ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων οἱ μὲν ἐστερημένοι Nauck. p. 215 χαίρουσιν, οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον, τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλʼ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτʼ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλʼ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος, λυμαινόμενος H: λυπούμενος ἢ βίᾳ μετʼ ἔχθρας καὶ δυσμενείας ὥσπερ χολή τις ἐξέπεσε.