ἐναντίον ἐναντίον W: αἴτιον δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα πρὸς πρὸς H: εἰς φιλίας κτῆσιν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἔρως ἔρως Madvigius ἀκολάστων γυναικῶν τῷ πολλάκις καὶ πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυνάμενος δυνάμενος idem: δυναμένοις ἀμελουμένων καὶ ἀπορρεόντων· μᾶλλον δʼ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν ἕτερον ἐφʼ ἑτέρῳ αἰρόμενος Nauck. p. 468 ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ τὸ νήπιον ἄπληστον ἄπληστον p. 661 F: ἄχρηστον ἔχων, οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους τὸ τὸ R: τὸν καταλαμβανόμενον. πρῶτον μὲν οὖν ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας· σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ἕτερον οὐδέν ἕτερον οὐδέν ] scribendum vid. ἑέρων οὐδενός ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπʼ ὀλίγου νομίσματος. τί οὖν νόμισμα φιλίας; εὔνοια καὶ χάρις μετʼ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλʼ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἐμφύεται, καὶ Ὅμηρος· Ὁμηρος ] I 498. π 19 ἀγαπητὸν υἱὸν ὀνομάζει μοῦνον τηλύγετον τουτέστι τὸν τοῖς μήτʼ μήτʼ Schellensius: μὴ ἔχουσιν ἕτερον γονεῦσι μήθʼ ἕξουσι γεγενημένον. τὸν δὲ φίλον ἡμεῖς μοῦνον μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετʼ ἄλλου δὲ τηλύγετός τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συγκαταλύσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν. ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐδαιμονίζουσι τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανείοις αὐτῶν ὁρῶσιν. ἀλλʼ οὔθʼ αὗται τῆς λιχνείας οὔτʼ ἐκεῖνοι τῆς χρείας ἐπιλιπούσης παραμένουσιν. ἐπεὶ δʼ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις, σκεπτέον σκεπτέον H: σκεπτέον δὲ πρῶτον εἰ δυνατόν ἐστιν ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτὸς θʼ αὑτὸν πράττων εὖ τίθησιν εἰς μέσον, Nauck. p. 697 τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις τριγχοὺς καὶ λιμέσι προβάλλουσιν περιβάλλουσιν coni. H ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως ἐξετασθεῖσα· τῶν δʼ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων οἱ μὲν ἐστερημένοι Nauck. p. 215 χαίρουσιν, οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον, τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλʼ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτʼ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλʼ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος, λυμαινόμενος H: λυπούμενος ἢ βίᾳ μετʼ ἔχθρας καὶ δυσμενείας ὥσπερ χολή τις ἐξέπεσε. διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ ἀεὶ ] δεῖ W μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, συνήθη καλόν ] συνήθη H ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι δοκιμάζοντας δοκιμάσαντας R . ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, ὁμολογῶ εἶπεν ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν, οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας ἐν πολλῷ κριθεῖσαν. ἆρʼ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων Homer. Ψ 78 βουλὰς ἑζόμενοι βουλεύσομεν καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος οὐδέ κεν ἄλλο Homer. δ 179 ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρὶν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε κατʼ Ἐμπεδοκλέα Ἐμπεδοκλέα ] Mullach. 1 p. 6 τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν, ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δʼ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν· δυσωπίαν ] δυσκολίαν Emperius τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν. ἄλλον τρόπον γὰρ ἄλλων ἐγείρει φροντὶς ἀνθρώπων Bergk. 3 p. 721 οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν οἵ τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δʼ ἀντιπίπτουσι.