Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ Ἐμπεδοκλέους Ἐμπεδοκλέους ] Mullach. 1 p. 2 λεγόμενον σοφίης σοφίης Sextus Empiricus: σοφίας ἐπʼ ἄκροισι θαμίζειν ἠρώτησεν ὁ Σωκράτης Σωκράτης ] Plat. Men. p. 71 e τί ἀρετή ἐστιν· ἀποκριναμένου δʼ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος, εὖ γʼ εἶπεν ὁ Σωκράτης, ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκίνηκας, οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν εἰδὼς ἀρετὴν ἄνθρωπος ἄνθρωπος H πολλὰς ὠνόμαζεν. ἆρʼ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν ὅτι μηδέπω μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες; σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος ὁ πανόπτης γένηται. καίτοι τόν γε παρὰ τῷ Μενάνδρῳ Μενάνδρῳ ] Meinek. IV p. 241 νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν