πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς φιλίαις. φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν παραλείπειν καιροῦ H: παραλιπεῖν ἐν καιρῷ καιροῦ παρασχόντος ἐπιεικές ἐστι. τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται ἄγαται H: ἀγαπᾷ τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος ἐξ ἀδάμαντος Bergk. 1 p. 421 ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων τοὺς Πομπηίου φησὶν ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος. ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων. καίτοι τίς ἄσκησις ἑτέρα μείζονα ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως; δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει. πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος· εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς αὐτοὺς scripsi: αὐτοὶ ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, ὀρνέων τε θηρευτὰς θήρας H παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν. Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ κατήγορος. οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην . Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες. πολλάκις οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν. ταῦτα μὲν οὖν αὐτοῦ τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιον, κάλλιον R: κάλλιστον ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις.