ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων συνόντων ] προσόντων ? ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν. εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται; τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν αἱ τύχαι δέ με Nauck. p. 396 μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν , τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων; πολλὰ γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον ( τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ὡς ὁ Πλάτων Πλάτων φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν. ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος. ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα τί λέγεις; εἶπεν, οὐδὲ σύ μοι τοῦτʼ ἔφρασας; ἡ δʼ οὖσα σώφρων καὶ ἄκακος ᾤμην εἶπεν ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες. οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων.