<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον οὐκ ἔλαττον δʼ ἕτερον, τὸ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ 
<milestone unit="tlnum" n="20"/> τῶν ἐχθρῶν. ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι. ἐπεὶ δʼ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι 
<milestone unit="tlnum" n="25"/> , καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστὶ τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-89c" n="89c"/> δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν. ὡς γὰρ ὁ Τήλεφος οἰκείου <pb xml:id="v.1.p.216"/> μὴ τυγχάνων ἰατροῦ τῷ πολεμίῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολεμίῳ</foreign> H: <foreign xml:lang="grc">πολεμικῷ</foreign> </note> δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ 
<milestone unit="tlnum" n="5"/> ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπʼ ὀργῆς ἢ ἔχθρας 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-89d" n="89d"/> προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν. ἀλλʼ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ 
<milestone unit="tlnum" n="15"/> ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάσσουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπʼ ἀλλήλων. δεῖ δʼ ἀκούσαντα κακῶς ὑπʼ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν ἂν δέ τις 
<milestone unit="tlnum" n="20"/> λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> H</note> αἰτίαν ἀφʼ 
<milestone unit="stephpage" xml:id="stephpage-89e" n="89e"/> ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες. οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τις</foreign>: <foreign xml:lang="grc">τινος</foreign></note> διάθεσις καὶ βάδισμα τρυφερώτερον 
<milestone unit="tlnum" n="25"/> εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὄντας</foreign> H</note> Κράσσος δὲ τῶν <pb xml:id="v.1.p.217"/> ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρʼ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων. 
<milestone unit="stephpage" xml:id="stephpage-89f" n="89f"/>Ποστουμίαν δὲ τὸ γελᾶν προχειρότερον καὶ λαλιᾷ 
<milestone unit="tlnum" n="5"/> χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς, εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δʼ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου. Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν 
<milestone unit="tlnum" n="10"/> ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν. </p></div></div></body></text></TEI>