<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον οὐκ ἔλαττον δʼ ἕτερον, τὸ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ 
<milestone unit="tlnum" n="20"/> τῶν ἐχθρῶν. ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι. ἐπεὶ δʼ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι 
<milestone unit="tlnum" n="25"/> , καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστὶ τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-89c" n="89c"/> δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν. ὡς γὰρ ὁ Τήλεφος οἰκείου <pb xml:id="v.1.p.216"/> μὴ τυγχάνων ἰατροῦ τῷ πολεμίῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολεμίῳ</foreign> H: <foreign xml:lang="grc">πολεμικῷ</foreign> </note> δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ 
<milestone unit="tlnum" n="5"/> ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπʼ ὀργῆς ἢ ἔχθρας 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-89d" n="89d"/> προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν. ἀλλʼ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ 
<milestone unit="tlnum" n="15"/> ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάσσουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπʼ ἀλλήλων. δεῖ δʼ ἀκούσαντα κακῶς ὑπʼ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν ἂν δέ τις 
<milestone unit="tlnum" n="20"/> λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> H</note> αἰτίαν ἀφʼ 
<milestone unit="stephpage" xml:id="stephpage-89e" n="89e"/> ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες. οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τις</foreign>: <foreign xml:lang="grc">τινος</foreign></note> διάθεσις καὶ βάδισμα τρυφερώτερον 
<milestone unit="tlnum" n="25"/> εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὄντας</foreign> H</note> Κράσσος δὲ τῶν <pb xml:id="v.1.p.217"/> ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρʼ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων. 
<milestone unit="stephpage" xml:id="stephpage-89f" n="89f"/>Ποστουμίαν δὲ τὸ γελᾶν προχειρότερον καὶ λαλιᾷ 
<milestone unit="tlnum" n="5"/> χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς, εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δʼ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου. Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν 
<milestone unit="tlnum" n="10"/> ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-90a" n="90a"/> τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνόντων</foreign>] <foreign xml:lang="grc">προσόντων</foreign>?</note> ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν. εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται; τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>αἱ τύχαι δέ με </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 396</note><l> μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα </l><l>σοφὴν ἔθηκαν ,</l></quote> τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων; πολλὰ 
<milestone unit="tlnum" n="25"/> γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον (<q>τυφλοῦται</q> γὰρ <q>τὸ φιλοῦν περὶ τὸ φιλούμενον</q> ὡς ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-90b" n="90b"/>Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign></note> φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ <pb xml:id="v.1.p.218"/> πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν. ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος. ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα <q>τί λέγεις;</q> εἶπεν, <q>οὐδὲ σύ μοι τοῦτʼ ἔφρασας;</q> ἡ δʼ 
<milestone unit="tlnum" n="5"/> οὖσα σώφρων καὶ ἄκακος <q>ᾤμην</q> εἶπεν <q>ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες.</q> οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων. 
<milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἄνευ δὲ τούτου τὴν περὶ τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περὶ τὴν</foreign> Stobaeus Flor. XXXIV 9: <foreign xml:lang="grc">περὶ</foreign> </note> γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον 
<milestone unit="stephpage" xml:id="stephpage-90c" n="90c"/> ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται. 
<milestone unit="tlnum" n="15"/> ἡ γὰρ <q>ἀκουσίως ἐκπίπτουσα φωνὴ</q> καὶ τὸ <quote rend="blockquote"><l>ἔπος φύγεν ἕρκος ὀδόντων,</l></quote> καὶ τὸ ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται διʼ ἀσθένειαν θυμοῦ, 
        <milestone unit="tlnum" n="20"/> διʼ ἀκρατῆ γνώμην, διαίτῃ θρασείᾳ.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διαίτῃ θρασείᾳ</foreign>] <foreign xml:lang="grc">δι’ ἀγωγὴν θρασεῖαν</foreign></note> λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Legg. p. 935 a</note> καὶ παρὰ θεῶν ἕπεται καὶ παρʼ ἀνθρώπων. 
        <milestone unit="stephpage" xml:id="stephpage-90d" n="90d"/> ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λοιδορίαις</foreign> Stob. Flor. XIX 1: <foreign xml:lang="grc">λοιδορία</foreign> </note> σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δʼ Ἡράκλειον , εἴ γε κἀκεῖνος οὐδʼ <quote rend="blockquote"><l>ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων </l></quote> <pb xml:id="v.1.p.219"/> οὔτι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὔτι</foreign> Madvigius: <foreign xml:lang="grc">οὔτε</foreign> </note> μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> R: <foreign xml:lang="grc">τὸ</foreign> </note> λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν λισσάδα πέτραν φιλοκέρτομον ὣς παρανηχομένους, οὐδʼ ἄλλη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδ’ ἄλλη μείζων ἀσκησις</foreign> Emperius: <foreign xml:lang="grc">ἀλλὰ μείζων ἡ ἄσκησις</foreign> </note> μείζων ἄσκησις. ἂν γὰρ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> R</note> ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα 
<milestone unit="tlnum" n="5"/> φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὀργὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως· πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος παρέξεις 
<milestone unit="stephpage" xml:id="stephpage-90e" n="90e"/> ἄθυμον καὶ ἀμήνιτον σεαυτόν. ὁ μὲν γὰρ 
<milestone unit="tlnum" n="10"/>Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ· πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν 
<milestone unit="tlnum" n="15"/> ἡσυχίαν ἄγειν μηδʼ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς 
<milestone unit="stephpage" xml:id="stephpage-90f" n="90f"/> φιλίαις. φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν 
<milestone unit="tlnum" n="20"/> καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παραλείπειν καιροῦ</foreign> H: <foreign xml:lang="grc">παραλιπεῖν ἐν καιρῷ</foreign> </note> καιροῦ παρασχόντος ἐπιεικές ἐστι. τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν 
<milestone unit="tlnum" n="25"/> τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄγαται</foreign> H: <foreign xml:lang="grc">ἀγαπᾷ</foreign> </note> τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος <pb xml:id="v.1.p.220"/> 
<milestone unit="stephpage" xml:id="stephpage-91a" n="91a"/> <quote rend="blockquote"><l>ἐξ ἀδάμαντος </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 421</note><l> ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν </l></quote> τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων <q>τοὺς Πομπηίου</q> 
<milestone unit="tlnum" n="5"/> φησὶν <q>ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας</q> ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος. ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν 
<milestone unit="tlnum" n="10"/> ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, 
<milestone unit="stephpage" xml:id="stephpage-91b" n="91b"/> ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων. καίτοι τίς ἄσκησις ἑτέρα μείζονα 
<milestone unit="tlnum" n="15"/> ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως; δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, 
<milestone unit="tlnum" n="20"/> οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει. πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη 
<milestone unit="stephpage" xml:id="stephpage-91c" n="91c"/> καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος· 
<milestone unit="tlnum" n="25"/> εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτοὺς</foreign> scripsi: <foreign xml:lang="grc">αὐτοὶ</foreign> </note> ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, <pb xml:id="v.1.p.221"/> ὀρνέων τε θηρευτὰς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θήρας</foreign> H</note> παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν 
<milestone unit="stephpage" xml:id="stephpage-91d" n="91d"/> ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν 
<milestone unit="tlnum" n="5"/> καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν. Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ 
<milestone unit="tlnum" n="10"/> κατήγορος. οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην . Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας 
<milestone unit="tlnum" n="15"/> καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες. πολλάκις 
<milestone unit="stephpage" xml:id="stephpage-91e" n="91e"/> οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν. ταῦτα μὲν οὖν αὐτοῦ 
<milestone unit="tlnum" n="20"/> τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κάλλιον</foreign> R: <foreign xml:lang="grc">κάλλιστον</foreign> </note> ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἐπεὶ δὲ πάσαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάσαις</foreign> Bergkius: <foreign xml:lang="grc">πάσαισι</foreign> </note> κορυδαλλίσι χρὴ λόφον 
<milestone unit="tlnum" n="25"/> ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] id. 1 p. 451</note> καὶ πᾶσα φύσις 
<milestone unit="stephpage" xml:id="stephpage-91f" n="91f"/> ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι <pb xml:id="v.1.p.222"/> Πίνδαρος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 3 p. 418</note> οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="stephpage-92a" n="92a"/> ὑπολιπέσθαι τινάς, <q>ὅπως</q> ἔφη <q>μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν 
<milestone unit="tlnum" n="10"/> ἀπαλλαγέντες.</q> οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον , ἐνοχλήσει τοῖς φίλοις. οὐ γὰρ <q>κεραμεῖ</q> δεῖ <q>κεραμέα φθονεῖν</q> οὐδʼ <q>ἀοιδὸν ἀοιδῷ</q> καθʼ Ἡσίοδον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 23</note> οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν <q>εἰς 
<milestone unit="tlnum" n="15"/> ἄφενος σπεύδοντα</q> καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς 
<milestone unit="stephpage" xml:id="stephpage-92b" n="92b"/> ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων , καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις 
<milestone unit="tlnum" n="20"/> θηγόμενον. ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων 
<milestone unit="tlnum" n="25"/> τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους <pb xml:id="v.1.p.223"/> μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα 
<milestone unit="stephpage" xml:id="stephpage-92c" n="92c"/> παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς 
<milestone unit="tlnum" n="5"/>Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν 
<milestone unit="tlnum" n="10"/> παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-92d" n="92d"/> πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας 
<milestone unit="tlnum" n="15"/> καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον. </p></div></div></body></text></TEI>