τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον οὐκ ἔλαττον δʼ ἕτερον, τὸ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ τῶν ἐχθρῶν. ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι. ἐπεὶ δʼ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι , καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστὶ τὸ δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν. ὡς γὰρ ὁ Τήλεφος οἰκείου μὴ τυγχάνων ἰατροῦ τῷ πολεμίῳ πολεμίῳ H: πολεμικῷ δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπʼ ὀργῆς ἢ ἔχθρας προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν. ἀλλʼ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάσσουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπʼ ἀλλήλων. δεῖ δʼ ἀκούσαντα κακῶς ὑπʼ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν ἂν δέ τις λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν τὴν H αἰτίαν ἀφʼ ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες. οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τις τις : τινος διάθεσις καὶ βάδισμα τρυφερώτερον εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα. ὄντας H Κράσσος δὲ τῶν ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρʼ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων. Ποστουμίαν δὲ τὸ γελᾶν προχειρότερον καὶ λαλιᾷ χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς, εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δʼ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου. Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν. ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων συνόντων ] προσόντων ? ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν. εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται; τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν αἱ τύχαι δέ με Nauck. p. 396 μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν , τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων; πολλὰ γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον ( τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ὡς ὁ Πλάτων Πλάτων φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν. ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος. ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα τί λέγεις; εἶπεν, οὐδὲ σύ μοι τοῦτʼ ἔφρασας; ἡ δʼ οὖσα σώφρων καὶ ἄκακος ᾤμην εἶπεν ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες. οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων. ἄνευ δὲ τούτου τὴν περὶ τὴν περὶ τὴν Stobaeus Flor. XXXIV 9: περὶ γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται. ἡ γὰρ ἀκουσίως ἐκπίπτουσα φωνὴ καὶ τὸ ἔπος φύγεν ἕρκος ὀδόντων, καὶ τὸ ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται διʼ ἀσθένειαν θυμοῦ, διʼ ἀκρατῆ γνώμην, διαίτῃ θρασείᾳ. διαίτῃ θρασείᾳ ] διʼ ἀγωγὴν θρασεῖαν λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα Πλάτωνα ] Legg. p. 935 a καὶ παρὰ θεῶν ἕπεται καὶ παρʼ ἀνθρώπων. ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις λοιδορίαις Stob. Flor. XIX 1: λοιδορία σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δʼ Ἡράκλειον , εἴ γε κἀκεῖνος οὐδʼ ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων οὔτι οὔτι Madvigius: οὔτε μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ τοῦ R: τὸ λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν λισσάδα πέτραν φιλοκέρτομον ὣς παρανηχομένους, οὐδʼ ἄλλη οὐδʼ ἄλλη μείζων ἀσκησις Emperius: ἀλλὰ μείζων ἡ ἄσκησις μείζων ἄσκησις. ἂν γὰρ γὰρ R ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὀργὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως· πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος παρέξεις ἄθυμον καὶ ἀμήνιτον σεαυτόν. ὁ μὲν γὰρ Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ· πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν ἡσυχίαν ἄγειν μηδʼ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς φιλίαις. φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν παραλείπειν καιροῦ H: παραλιπεῖν ἐν καιρῷ καιροῦ παρασχόντος ἐπιεικές ἐστι. τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται ἄγαται H: ἀγαπᾷ τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος ἐξ ἀδάμαντος Bergk. 1 p. 421 ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων τοὺς Πομπηίου φησὶν ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος. ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων. καίτοι τίς ἄσκησις ἑτέρα μείζονα ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως; δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει. πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος· εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς αὐτοὺς scripsi: αὐτοὶ ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, ὀρνέων τε θηρευτὰς θήρας H παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν. Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ κατήγορος. οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην . Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες. πολλάκις οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν. ταῦτα μὲν οὖν αὐτοῦ τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιον, κάλλιον R: κάλλιστον ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις. ἐπεὶ δὲ πάσαις πάσαις Bergkius: πάσαισι κορυδαλλίσι χρὴ λόφον ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην, Σιμωνίδην ] id. 1 p. 451 καὶ πᾶσα φύσις ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι Πίνδαρος, Πίνδαρος ] Bergk. 3 p. 418 οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ ὑπολιπέσθαι τινάς, ὅπως ἔφη μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες. οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον , ἐνοχλήσει τοῖς φίλοις. οὐ γὰρ κεραμεῖ δεῖ κεραμέα φθονεῖν οὐδʼ ἀοιδὸν ἀοιδῷ καθʼ Ἡσίοδον, Ἡσίοδον ] OD 23 οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν εἰς ἄφενος σπεύδοντα καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων , καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις θηγόμενον. ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον.