<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">ὁ μὲν οὖν Πλάτων ὁσάκις ἀσχημονοῦσιν ἀνθρώποις παραγένοιτο, πρὸς αὑτὸν εἰώθει λέγειν <q>μή που ἄρʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">που ἄρ’</foreign> H: <foreign xml:lang="grc">πη ἆρ’</foreign> </note> ἐγὼ τοιοῦτος;</q> ὁ δὲ λοιδορήσας τὸν 
<milestone unit="tlnum" n="15"/> ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος. οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-88f" n="88f"/> κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ· γελοῖον δʼ ὅλως ἐστὶ τὸ λοιδορεῖν καὶ σκώπτειν ὁτιοῦν ἀντιλοιδορηθῆναι δυνάμενον, ὡς Λέων ὁ Βυζάντιος ὑπὸ κυρτοῦ λοιδορηθεὶς εἰς τὴν τῶν ὀμμάτων ἀσθένειαν <q>ἀνθρώπινον</q> ἔφη <q>πάθος ὀνειδίζεις, ἐπὶ τοῦ 
<milestone unit="tlnum" n="25"/> νώτου φέρων τὴν νέμεσιν</q> οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής· μηδʼ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος. <pb xml:id="v.1.p.215"/> <quote rend="blockquote"><l>ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note></quote> πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων. τί οὖν ἐκεῖνος; οὐκ ἀλλότριον ἀλλʼ ἴδιον αὐτῷ προφέρων ὄνειδος 
    <milestone unit="stephpage" xml:id="stephpage-89a" n="89a"/> <quote rend="blockquote"><l>σὺ, δʼ αὐτόχειρ γε μητρὸς ἣ σʼ ἐγείνατο </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 695</note></quote> 
<milestone unit="tlnum" n="5"/> πρὸς τὸν Κράσσον ὁ Δομίτιος οὐ <q>σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας;</q> καὶ ὁ ἕτερος <q>οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας;</q> οὐκ εὐφυᾶ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλʼ ἀλοιδόρητον 
<milestone unit="tlnum" n="10"/> καὶ ἀνέγκλητον οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ <q>γνῶθι σαυτόν,</q> ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι; <q>φιλεῖ</q> γὰρ ὁ τοιοῦτος κατὰ τὸν Σοφοκλέα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] id. p. 261</note> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-89b" n="89b"/> <quote rend="blockquote"><l> γλῶσσαν ἐκχέας μάτην </l><l> ἄκων ἀκούειν οὓς ἑκὼν εἴπῃ λόγους </l></quote> </p></div></div></body></text></TEI>