ὁ μὲν οὖν Πλάτων ὁσάκις ἀσχημονοῦσιν ἀνθρώποις παραγένοιτο, πρὸς αὑτὸν εἰώθει λέγειν μή που ἄρʼ που ἄρ’ H: πη ἆρ’ ἐγὼ τοιοῦτος; ὁ δὲ λοιδορήσας τὸν ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος. οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ· γελοῖον δʼ ὅλως ἐστὶ τὸ λοιδορεῖν καὶ σκώπτειν ὁτιοῦν ἀντιλοιδορηθῆναι δυνάμενον, ὡς Λέων ὁ Βυζάντιος ὑπὸ κυρτοῦ λοιδορηθεὶς εἰς τὴν τῶν ὀμμάτων ἀσθένειαν ἀνθρώπινον ἔφη πάθος ὀνειδίζεις, ἐπὶ τοῦ νώτου φέρων τὴν νέμεσιν οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής· μηδʼ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος. ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς Nauck. p. 695 πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων. τί οὖν ἐκεῖνος; οὐκ ἀλλότριον ἀλλʼ ἴδιον αὐτῷ προφέρων ὄνειδος σὺ, δʼ αὐτόχειρ γε μητρὸς ἣ σʼ ἐγείνατο id. p. 695 πρὸς τὸν Κράσσον ὁ Δομίτιος οὐ σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας; καὶ ὁ ἕτερος οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας; οὐκ εὐφυᾶ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλʼ ἀλοιδόρητον καὶ ἀνέγκλητον οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ γνῶθι σαυτόν, ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι; φιλεῖ γὰρ ὁ τοιοῦτος κατὰ τὸν Σοφοκλέα Σοφοκλέα ] id. p. 261 γλῶσσαν ἐκχέας μάτην ἄκων ἀκούειν οὓς ἑκὼν εἴπῃ λόγους