ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν· Homer. A 255 πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν; αὐτὸς καλὸς κἀγαθὸς γενόμενος. ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ καὶ addidi κύνας ἐπαινουμένους. ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. τί οὖν οἴει; σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον, βαθεῖαν βαθεῖαν ] Aesch. Sept. 793 αὔλακα διὰ φρενὸς καρπούμενον, ἐξ ἐξ ] ἀφ’ Aeschylus ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα; νικώμενοι φησὶ Πίνδαρος Πίνδαρος ] Bergk. 1 p. 457 ἄνδρες ἀγρυξίᾳ δέδενται, οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλʼ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις φιλανθρωπίαις H nescio unde: φιλανθρωπίᾳ εὐεργεσίαις· ταῦτʼ ἀποστρέφει τὴν γλῶτταν ὡς ὁ Δημοσθένης Δημοσθένης ] p. 406, 5 φησίν, ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ. σύ σύ ] Eur. Or. 251 τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ. εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδʼ ἀκόλαστον μηδὲ βωμολόχον μηδʼ ἀνελεύθερον, ἀλλʼ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς ἐντυγχάνουσιν. ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον. ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία κακία del. H τὸ τοῦ τραγῳδοῦ ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων Nauck. p. 545 ἂν ἀπαίδευτον εἴπῃς, εἴπῃς Boissonadius: εἴπῃ σε ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον· ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες· κἂν κἂν ἂν H ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς; εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος. οὐδὲν γὰρ αἴσχιόν ἐστι· βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλʼ ἔοικε καὶ τοῦ φωτὸς; τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας. ὡς γὰρ ὡς γὰρ ] Nauck. p. 660 ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφʼ ἑαυτὸν ἕλκει τὰς λοιδορίας.